Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ησαν δε εν αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε βαρναβας και συμεων ο καλουμενος νιγερ και λουκιος ο κυρηναιος μαναην τε ηρωδου του τετρααρχου συντροφος και σαυλος Acts 14:26
2 λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον αφορισατε δη μοι τον βαρναβαν και σαυλον εις το εργον ο προσκεκλημαι αυτους Acts 9:15, Acts 22:21, Rom 1:1, Gal 1:15, Gal 2:8, Eph 3:8, 1 Tim 2:7, 2 Tim 1:11, Matt 9:38, Rom 10:15, Heb 5:4
3 τοτε νηστευσαντες και προσευξαμενοι και επιθεντες τας χειρας αυτοις απελυσαν Acts 6:6, Acts 8:15, Acts 19:6, Acts 14:26
4 αυτοι μεν ουν εκπεμφθεντες υπο του αγιου πνευματος κατηλθον εις σελευκειαν εκειθεν τε απεπλευσαν εις κυπρον 
5 και γενομενοι εν σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταις συναγωγαις των ιουδαιων ειχον δε και ιωαννην υπηρετην Acts 12:25
6 διελθοντες δε ολην την νησον αχρι παφου ευρον ανδρα τινα μαγον ψευδοπροφητην ιουδαιον ω ονομα βαριησου Acts 8:9, Acts 19:13
7 ος ην συν τω ανθυπατω σεργιω παυλω ανδρι συνετω ουτος προσκαλεσαμενος βαρναβαν και σαυλον επεζητησεν ακουσαι τον λογον του θεου 
8 ανθιστατο δε αυτοις ελυμας ο μαγος ουτως γαρ μεθερμηνευεται το ονομα αυτου ζητων διαστρεψαι τον ανθυπατον απο της πιστεως Ex 7:11, 2 Tim 3:8
9 σαυλος δε ο και παυλος πλησθεις πνευματος αγιου ατενισας εις αυτον 
10 ειπεν ω πληρης παντος δολου και πασης ραδιουργιας υιε διαβολου εχθρε πασης δικαιοσυνης ου παυση διαστρεφων τας οδους [του] κυριου τας ευθειας 
11 και νυν ιδου χειρ κυριου επι σε και εση τυφλος μη βλεπων τον ηλιον αχρι καιρου παραχρημα τε επεσεν επ αυτον αχλυς και σκοτος και περιαγων εζητει χειραγωγους 
12 τοτε ιδων ο ανθυπατος το γεγονος επιστευσεν εκπλησσομενος επι τη διδαχη του κυριου 
13 αναχθεντες δε απο της παφου οι περι παυλον ηλθον εις περγην της παμφυλιας ιωαννης δε αποχωρησας απ αυτων υπεστρεψεν εις ιεροσολυμα Acts 15:38
14 αυτοι δε διελθοντες απο της περγης παρεγενοντο εις αντιοχειαν την πισιδιαν και [εις]ελθοντες εις την συναγωγην τη ημερα των σαββατων εκαθισαν 
15 μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προς αυτους λεγοντες ανδρες αδελφοι ει τις εστιν εν υμιν λογος παρακλησεως προς τον λαον λεγετε 
16 αναστας δε παυλος και κατασεισας τη χειρι ειπεν ανδρες ισραηλιται και οι φοβουμενοι τον θεον ακουσατε Acts 12:17, Acts 19:33, Acts 21:40
17 ο θεος του λαου τουτου ισραηλ εξελεξατο τους πατερας ημων και τον λαον υψωσεν εν τη παροικια εν γη αιγυπτου και μετα βραχιονος υψηλου εξηγαγεν αυτους εξ αυτης Ex 1:1
18 και ως τεσσερακονταετη χρονον ετροποφορησεν αυτους εν τη ερημω Ex 16:35, Num 14:34, Psa 95:10
19 και καθελων εθνη επτα εν γη χανααν κατεκληρονομησεν την γην αυτων Josh 14:2
20 ως ετεσιν τετρακοσιοις και πεντηκοντα και μετα ταυτα εδωκεν κριτας εως σαμουηλ [του] προφητου Judg 2:16, Judg 3:9
21 κακειθεν ητησαντο βασιλεα και εδωκεν αυτοις ο θεος τον σαουλ υιον κις ανδρα εκ φυλης βενιαμιν ετη τεσσερακοντα 1 Sam 8:5, Hos 13:11, 1 Sam 9:15, 1 Sam 10:1
22 και μεταστησας αυτον ηγειρεν τον δαυιδ αυτοις εις βασιλεα ω και ειπεν μαρτυρησας ευρον δαυιδ τον του ιεσσαι ανδρα κατα την καρδιαν μου ος ποιησει παντα τα θεληματα μου 1 Sam 16:12, 1 Sam 13:14, Psa 89:20, Acts 7:45
23 τουτου ο θεος απο του σπερματος κατ επαγγελιαν ηγαγεν τω ισραηλ σωτηρα ιησουν 
24 προκηρυξαντος ιωαννου προ προσωπου της εισοδου αυτου βαπτισμα μετανοιας παντι τω λαω ισραηλ Matt 3:1, Mark 1:2, Luke 3:2, John 3:23
25 ως δε επληρου ιωαννης τον δρομον ελεγεν τι εμε υπονοειτε ειναι ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιος το υποδημα των ποδων λυσαι John 1:20, Matt 3:11
26 ανδρες αδελφοι υιοι γενους αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον ημιν ο λογος της σωτηριας ταυτης εξαπεσταλη Acts 13:46, Matt 10:6, Acts 3:26
27 οι γαρ κατοικουντες εν ιερουσαλημ και οι αρχοντες αυτων τουτον αγνοησαντες και τας φωνας των προφητων τας κατα παν σαββατον αναγινωσκομενας κριναντες επληρωσαν John 16:3, Acts 3:17, 1 Cor 2:8, 1 Tim 1:13
28 και μηδεμιαν αιτιαν θανατου ευροντες ητησαντο πιλατον αναιρεθηναι αυτον Matt 27:20, Mark 15:11, Luke 23:18, John 19:6
29 ως δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα καθελοντες απο του ξυλου εθηκαν εις μνημειον 
30 ο δε θεος ηγειρεν αυτον εκ νεκρων Matt 28:6, Mark 16:6, Luke 24:6
31 ος ωφθη επι ημερας πλειους τοις συναναβασιν αυτω απο της γαλιλαιας εις ιερουσαλημ οιτινες [νυν] εισιν μαρτυρες αυτου προς τον λαον Mark 16:14, John 20:19, John 21:1, Acts 1:3, 1 Cor 15:5
32 και ημεις υμας ευαγγελιζομεθα την προς τους πατερας επαγγελιαν γενομενην Gen 3:15, Gen 22:18, Gen 26:4, Gen 49:10, Deut 18:15, 2 Sam 7:12, Psa 132:11, Isa 4:2, Isa 7:14, Isa 9:6, Isa 40:10, Jer 23:5, Jer 33:14, Ezek 34:23, Ezek 37:24, Dan 9:24
33 οτι ταυτην ο θεος εκπεπληρωκεν τοις τεκνοις [αυτων] ημιν αναστησας ιησουν ως και εν τω ψαλμω γεγραπται τω δευτερω υιος μου ει συ εγω σημερον γεγεννηκα σε 
34 οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εις διαφθοραν ουτως ειρηκεν οτι δωσω υμιν τα οσια δαυιδ τα πιστα Isa 55:3
35 διοτι και εν ετερω λεγει ου δωσεις τον οσιον σου ιδειν διαφθοραν Psa 16:10, Acts 2:27
36 δαυιδ μεν γαρ ιδια γενεα υπηρετησας τη του θεου βουλη εκοιμηθη και προσετεθη προς τους πατερας αυτου και ειδεν διαφθοραν 1 Kin 2:10, Acts 2:29
37 ον δε ο θεος ηγειρεν ουκ ειδεν διαφθοραν 
38 γνωστον ουν εστω υμιν ανδρες αδελφοι οτι δια τουτου υμιν αφεσις αμαρτιων καταγγελλεται [και] απο παντων ων ουκ ηδυνηθητε εν νομω μωυσεως δικαιωθηναι Luke 24:47, 1 John 2:12
39 εν τουτω πας ο πιστευων δικαιουται Rom 3:28, Rom 8:3, Gal 2:16, Heb 7:19, Rom 10:4
40 βλεπετε ουν μη επελθη το ειρημενον εν τοις προφηταις 
41 ιδετε οι καταφρονηται και θαυμασατε και αφανισθητε οτι εργον εργαζομαι εγω εν ταις ημεραις υμων εργον ο ου μη πιστευσητε εαν τις εκδιηγηται υμιν Isa 28:14, Hab 1:5
42 εξιοντων δε αυτων παρεκαλουν εις το μεταξυ σαββατον λαληθηναι αυτοις τα ρηματα ταυτα 
43 λυθεισης δε της συναγωγης ηκολουθησαν πολλοι των ιουδαιων και των σεβομενων προσηλυτων τω παυλω και τω βαρναβα οιτινες προσλαλουντες αυτοις επειθον αυτους προσμενειν τη χαριτι του θεου Acts 11:23, Acts 14:22
44 τω δε ερχομενω σαββατω σχεδον πασα η πολις συνηχθη ακουσαι τον λογον του κυριου 
45 ιδοντες δε οι ιουδαιοι τους οχλους επλησθησαν ζηλου και αντελεγον τοις υπο παυλου λαλουμενοις βλασφημουντες 
46 παρρησιασαμενοι τε ο παυλος και ο βαρναβας ειπαν υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη απωθεισθε αυτον και ουκ αξιους κρινετε εαυτους της αιωνιου ζωης ιδου στρεφομεθα εις τα εθνη Acts 13:26, Matt 10:6, Acts 3:26, Ex 32:10, Isa 55:5, Matt 8:12, Matt 21:43, Rom 10:19
47 ουτως γαρ εντεταλται ημιν ο κυριος τεθεικα σε εις φως εθνων του ειναι σε εις σωτηριαν εως εσχατου της γης Isa 42:6, Isa 49:6, Luke 2:32
48 ακουοντα δε τα εθνη εχαιρον και εδοξαζον τον λογον του κυριου και επιστευσαν οσοι ησαν τεταγμενοι εις ζωην αιωνιον 
49 διεφερετο δε ο λογος του κυριου δι ολης της χωρας 
50 οι δε ιουδαιοι παρωτρυναν τας σεβομενας γυναικας τας ευσχημονας και τους πρωτους της πολεως και επηγειραν διωγμον επι τον παυλον και βαρναβαν και εξεβαλον αυτους απο των οριων αυτων 2 Tim 3:11
51 οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων επ αυτους ηλθον εις ικονιον 
52 οι τε μαθηται επληρουντο χαρας και πνευματος αγιου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle