Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 κατηντησεν δε [και] εις δερβην και εις λυστραν και ιδου μαθητης τις ην εκει ονοματι τιμοθεος υιος γυναικος ιουδαιας πιστης πατρος δε ελληνος 
2 ος εμαρτυρειτο υπο των εν λυστροις και ικονιω αδελφων Acts 6:3
3 τουτον ηθελησεν ο παυλος συν αυτω εξελθειν και λαβων περιετεμεν αυτον δια τους ιουδαιους τους οντας εν τοις τοποις εκεινοις ηδεισαν γαρ απαντες οτι ελλην ο πατηρ αυτου υπηρχεν 1 Cor 9:20, Gal 2:3
4 ως δε διεπορευοντο τας πολεις παρεδιδοσαν αυτοις φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και πρεσβυτερων των εν ιεροσολυμοις Acts 15:20
5 αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν 
6 διηλθον δε την φρυγιαν και γαλατικην χωραν κωλυθεντες υπο του αγιου πνευματος λαλησαι τον λογον εν τη ασια 
7 ελθοντες δε κατα την μυσιαν επειραζον εις την βιθυνιαν πορευθηναι και ουκ ειασεν αυτους το πνευμα ιησου 
8 παρελθοντες δε την μυσιαν κατεβησαν εις τρωαδα 2 Cor 2:12
9 και οραμα δια [της] νυκτος τω παυλω ωφθη ανηρ μακεδων τις ην εστως και παρακαλων αυτον και λεγων διαβας εις μακεδονιαν βοηθησον ημιν 
10 ως δε το οραμα ειδεν ευθεως εζητησαμεν εξελθειν εις μακεδονιαν συμβιβαζοντες οτι προσκεκληται ημας ο θεος ευαγγελισασθαι αυτους 
11 αναχθεντες δε απο τρωαδος ευθυδρομησαμεν εις σαμοθρακην τη δε επιουση εις νεαν πολιν 
12 κακειθεν εις φιλιππους ητις εστιν πρωτη[ς] μεριδος της μακεδονιας πολις κολωνια ημεν δε εν ταυτη τη πολει διατριβοντες ημερας τινας 
13 τη τε ημερα των σαββατων εξηλθομεν εξω της πυλης παρα ποταμον ου ενομιζομεν προσευχην ειναι και καθισαντες ελαλουμεν ταις συνελθουσαις γυναιξιν 
14 και τις γυνη ονοματι λυδια πορφυροπωλις πολεως θυατειρων σεβομενη τον θεον ηκουεν ης ο κυριος διηνοιξεν την καρδιαν προσεχειν τοις λαλουμενοις υπο του παυλου 
15 ως δε εβαπτισθη και ο οικος αυτης παρεκαλεσεν λεγουσα ει κεκρικατε με πιστην τω κυριω ειναι εισελθοντες εις τον οικον μου μενετε και παρεβιασατο ημας Gen 19:3, Gen 33:11, Judg 19:21, Luke 24:29, Heb 13:2
16 εγενετο δε πορευομενων ημων εις την προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνα υπαντησαι ημιν ητις εργασιαν πολλην παρειχεν τοις κυριοις αυτης μαντευομενη 1 Sam 28:7, Acts 19:24
17 αυτη κατακολουθουσα τω παυλω και ημιν εκραζεν λεγουσα ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν οιτινες καταγγελλουσιν υμιν οδον σωτηριας 
18 τουτο δε εποιει επι πολλας ημερας διαπονηθεις δε παυλος και επιστρεψας τω πνευματι ειπεν παραγγελλω σοι εν ονοματι ιησου χριστου εξελθειν απ αυτης και εξηλθεν αυτη τη ωρα Mark 16:17
19 ιδοντες δε οι κυριοι αυτης οτι εξηλθεν η ελπις της εργασιας αυτων επιλαβομενοι τον παυλον και τον σιλαν ειλκυσαν εις την αγοραν επι τους αρχοντας 2 Cor 6:5
20 και προσαγαγοντες αυτους τοις στρατηγοις ειπαν ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν ιουδαιοι υπαρχοντες 1 Kin 18:17, Acts 17:6
21 και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν ρωμαιοις ουσιν 
22 και συνεπεστη ο οχλος κατ αυτων και οι στρατηγοι περιρηξαντες αυτων τα ιματια εκελευον ραβδιζειν 2 Cor 11:25, 1 Thess 2:2
23 πολλας τε επιθεντες αυτοις πληγας εβαλον εις φυλακην παραγγειλαντες τω δεσμοφυλακι ασφαλως τηρειν αυτους 
24 ος παραγγελιαν τοιαυτην λαβων εβαλεν αυτους εις την εσωτεραν φυλακην και τους ποδας ησφαλισατο αυτων εις το ξυλον 
25 κατα δε το μεσονυκτιον παυλος και σιλας προσευχομενοι υμνουν τον θεον επηκροωντο δε αυτων οι δεσμιοι Acts 4:31
26 αφνω δε σεισμος εγενετο μεγας ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου ηνεωχθησαν δε παραχρημα αι θυραι πασαι και παντων τα δεσμα ανεθη Acts 5:19, Acts 12:7
27 εξυπνος δε γενομενος ο δεσμοφυλαξ και ιδων ανεωγμενας τας θυρας της φυλακης σπασαμενος [την] μαχαιραν ημελλεν εαυτον αναιρειν νομιζων εκπεφευγεναι τους δεσμιους 
28 εφωνησεν δε μεγαλη φωνη [ο] παυλος λεγων μηδεν πραξης σεαυτω κακον απαντες γαρ εσμεν ενθαδε 
29 αιτησας δε φωτα εισεπηδησεν και εντρομος γενομενος προσεπεσεν τω παυλω και [τω] σιλα 
30 και προαγαγων αυτους εξω εφη κυριοι τι με δει ποιειν ινα σωθω Luke 3:10, Acts 2:37, Acts 9:6
31 οι δε ειπαν πιστευσον επι τον κυριον ιησουν και σωθηση συ και ο οικος σου John 3:16, John 3:36, John 6:47, 1 John 5:10
32 και ελαλησαν αυτω τον λογον του κυριου συν πασιν τοις εν τη οικια αυτου 
33 και παραλαβων αυτους εν εκεινη τη ωρα της νυκτος ελουσεν απο των πληγων και εβαπτισθη αυτος και οι αυτου παντες παραχρημα 
34 αναγαγων τε αυτους εις τον οικον παρεθηκεν τραπεζαν και ηγαλλιασατο πανοικει πεπιστευκως τω θεω Luke 5:29, Luke 19:6
35 ημερας δε γενομενης απεστειλαν οι στρατηγοι τους ραβδουχους λεγοντες απολυσον τους ανθρωπους εκεινους 
36 απηγγειλεν δε ο δεσμοφυλαξ τους λογους [τουτους] προς τον παυλον οτι απεσταλκαν οι στρατηγοι ινα απολυθητε νυν ουν εξελθοντες πορευεσθε εν ειρηνη 
37 ο δε παυλος εφη προς αυτους δειραντες ημας δημοσια ακατακριτους ανθρωπους ρωμαιους υπαρχοντας εβαλαν εις φυλακην και νυν λαθρα ημας εκβαλλουσιν ου γαρ αλλα ελθοντες αυτοι ημας εξαγαγετωσαν 
38 απηγγειλαν δε τοις στρατηγοις οι ραβδουχοι τα ρηματα ταυτα εφοβηθησαν δε ακουσαντες οτι ρωμαιοι εισιν 
39 και ελθοντες παρεκαλεσαν αυτους και εξαγαγοντες ηρωτων απελθειν απο της πολεως Matt 8:34
40 εξελθοντες δε απο της φυλακης εισηλθον προς την λυδιαν και ιδοντες παρεκαλεσαν τους αδελφους και εξηλθαν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle