Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 μετα δε το παυσασθαι τον θορυβον μεταπεμψαμενος ο παυλος τους μαθητας και παρακαλεσας ασπασαμενος εξηλθεν πορευεσθαι εις μακεδονιαν 1 Tim 1:3
2 διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την ελλαδα 
3 ποιησας τε μηνας τρεις γενομενης επιβουλης αυτω υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν εγενετο γνωμης του υποστρεφειν δια μακεδονιας 
4 συνειπετο δε αυτω σωπατρος πυρρου βεροιαιος θεσσαλονικεων δε αρισταρχος και σεκουνδος και γαιος δερβαιος και τιμοθεος ασιανοι δε τυχικος και τροφιμος Acts 19:29, Acts 27:2, Col 4:10, Acts 19:29, 1 Cor 1:14, Acts 16:1, Eph 6:21, Col 4:7, 2 Tim 4:12, Tit 3:12, Acts 21:29, 2 Tim 4:20
5 ουτοι δε προελθοντες εμενον ημας εν τρωαδι 
6 ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρι ημερων πεντε οπου διετριψαμεν ημερας επτα 
7 εν δε τη μια των σαββατων συνηγμενων ημων κλασαι αρτον ο παυλος διελεγετο αυτοις μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου 
8 ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι 
9 καθεζομενος δε τις νεανιας ονοματι ευτυχος επι της θυριδος καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος 
10 καταβας δε ο παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν 1 Kin 17:21, 2 Kin 4:34
11 αναβας δε και κλασας τον αρτον και γευσαμενος εφ ικανον τε ομιλησας αχρι αυγης ουτως εξηλθεν 
12 ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριως 
13 ημεις δε προελθοντες επι το πλοιον ανηχθημεν επι την ασσον εκειθεν μελλοντες αναλαμβανειν τον παυλον ουτως γαρ διατεταγμενος ην μελλων αυτος πεζευειν 
14 ως δε συνεβαλλεν ημιν εις την ασσον αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην 
15 κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυς χιου τη δε ετερα παρεβαλομεν εις σαμον τη δε εχομενη ηλθομεν εις μιλητον 
16 κεκρικει γαρ ο παυλος παραπλευσαι την εφεσον οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ειη αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα Acts 21:4, Acts 21:12
17 απο δε της μιλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας 
18 ως δε παρεγενοντο προς αυτον ειπεν αυτοις υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν πως μεθ υμων τον παντα χρονον εγενομην Acts 19:10
19 δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων 
20 ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους 
21 διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις θεον μετανοιαν και πιστιν εις τον κυριον ημων ιησουν Matt 3:2, Mark 1:15, Luke 24:47
22 και νυν ιδου δεδεμενος εγω τω πνευματι πορευομαι εις ιερουσαλημ τα εν αυτη συναντησοντα μοι μη ειδως 
23 πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται μοι λεγον οτι δεσμα και θλιψεις με μενουσιν 
24 αλλ ουδενος λογου ποιουμαι την ψυχην τιμιαν εμαυτω ως τελειωσαι τον δρομον μου και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου Acts 21:13, Gal 1:1, Tit 1:4
25 και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν 
26 διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος ειμι απο του αιματος παντων 
27 ου γαρ υπεστειλαμην του μη αναγγειλαι πασαν την βουλην του θεου υμιν 
28 προσεχετε εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του θεου ην περιεποιησατο δια του αιματος του ιδιου 1 Pet 5:2, Eph 1:7, Col 1:14, 1 Pet 1:19, Rev 5:9
29 εγω οιδα οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου 2 Pet 2:1
30 και εξ υμων αυτων αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω αυτων Psa 41:9, Matt 16:21, Acts 1:17, 1 John 2:19
31 διο γρηγορειτε μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον 
32 και τα νυν παρατιθεμαι υμας τω θεω και τω λογω της χαριτος αυτου τω δυναμενω οικοδομησαι και δουναι την κληρονομιαν εν τοις ηγιασμενοις πασιν 
33 αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα 1 Cor 9:12, 2 Cor 11:9, 2 Cor 12:13
34 αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται Acts 18:3, 1 Cor 4:12, 1 Thess 2:9, 2 Thess 3:8
35 παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτος ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν 
36 και ταυτα ειπων θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο Acts 21:5
37 ικανος δε κλαυθμος εγενετο παντων και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον 
38 οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εις το πλοιον 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle