Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ως δε εγενετο αναχθηναι ημας αποσπασθεντας απ αυτων ευθυδρομησαντες ηλθομεν εις την κω τη δε εξης εις την ροδον κακειθεν εις παταρα 
2 και ευροντες πλοιον διαπερων εις φοινικην επιβαντες ανηχθημεν 
3 αναφαναντες δε την κυπρον και καταλιποντες αυτην ευωνυμον επλεομεν εις συριαν και κατηλθομεν εις τυρον εκεισε γαρ το πλοιον ην αποφορτιζομενον τον γομον 
4 ανευροντες δε τους μαθητας επεμειναμεν αυτου ημερας επτα οιτινες τω παυλω ελεγον δια του πνευματος μη επιβαινειν εις ιεροσολυμα Acts 21:12, Acts 20:23
5 οτε δε εγενετο ημας εξαρτισαι τας ημερας εξελθοντες επορευομεθα προπεμποντων ημας παντων συν γυναιξι και τεκνοις εως εξω της πολεως και θεντες τα γονατα επι τον αιγιαλον προσευξαμενοι 
6 απησπασαμεθα αλληλους και ανεβημεν εις το πλοιον εκεινοι δε υπεστρεψαν εις τα ιδια 
7 ημεις δε τον πλουν διανυσαντες απο τυρου κατηντησαμεν εις πτολεμαιδα και ασπασαμενοι τους αδελφους εμειναμεν ημεραν μιαν παρ αυτοις 
8 τη δε επαυριον εξελθοντες ηλθομεν εις καισαρειαν και εισελθοντες εις τον οικον φιλιππου του ευαγγελιστου οντος εκ των επτα εμειναμεν παρ αυτω Acts 6:5, Acts 8:29
9 τουτω δε ησαν θυγατερες τεσσαρες παρθενοι προφητευουσαι Joel 2:28, Acts 2:17
10 επιμενοντων δε ημερας πλειους κατηλθεν τις απο της ιουδαιας προφητης ονοματι αγαβος Acts 11:28
11 και ελθων προς ημας και αρας την ζωνην του παυλου δησας εαυτου τους ποδας και τας χειρας ειπεν ταδε λεγει το πνευμα το αγιον τον ανδρα ου εστιν η ζωνη αυτη ουτως δησουσιν εν ιερουσαλημ οι ιουδαιοι και παραδωσουσιν εις χειρας εθνων Acts 21:33, Acts 20:23
12 ως δε ηκουσαμεν ταυτα παρεκαλουμεν ημεις τε και οι εντοπιοι του μη αναβαινειν αυτον εις ιερουσαλημ 
13 τοτε απεκριθη ο παυλος τι ποιειτε κλαιοντες και συνθρυπτοντες μου την καρδιαν εγω γαρ ου μονον δεθηναι αλλα και αποθανειν εις ιερουσαλημ ετοιμως εχω υπερ του ονοματος του κυριου ιησου Acts 20:24
14 μη πειθομενου δε αυτου ησυχασαμεν ειποντες του κυριου το θελημα γινεσθω Matt 6:10, Luke 11:2, Luke 22:42
15 μετα δε τας ημερας ταυτας επισκευασαμενοι ανεβαινομεν εις ιεροσολυμα 
16 συνηλθον δε και των μαθητων απο καισαρειας συν ημιν αγοντες παρ ω ξενισθωμεν μνασωνι τινι κυπριω αρχαιω μαθητη 
17 γενομενων δε ημων εις ιεροσολυμα ασμενως απεδεξαντο ημας οι αδελφοι 
18 τη δε επιουση εισηει ο παυλος συν ημιν προς ιακωβον παντες τε παρεγενοντο οι πρεσβυτεροι 
19 και ασπασαμενος αυτους εξηγειτο καθ εν εκαστον ων εποιησεν ο θεος εν τοις εθνεσιν δια της διακονιας αυτου 
20 οι δε ακουσαντες εδοξαζον τον θεον ειπον τε αυτω θεωρεις αδελφε ποσαι μυριαδες εισιν εν τοις ιουδαιοις των πεπιστευκοτων και παντες ζηλωται του νομου υπαρχουσιν 
21 κατηχηθησαν δε περι σου οτι αποστασιαν διδασκεις απο μωυσεως τους κατα τα εθνη παντας ιουδαιους λεγων μη περιτεμνειν αυτους τα τεκνα μηδε τοις εθεσιν περιπατειν 
22 τι ουν εστιν παντως ακουσονται οτι εληλυθας 
23 τουτο ουν ποιησον ο σοι λεγομεν εισιν ημιν ανδρες τεσσαρες ευχην εχοντες εφ εαυτων 
24 τουτους παραλαβων αγνισθητι συν αυτοις και δαπανησον επ αυτοις ινα ξυρησονται την κεφαλην και γνωσονται παντες οτι ων κατηχηνται περι σου ουδεν εστιν αλλα στοιχεις και αυτος φυλασσων τον νομον 
25 περι δε των πεπιστευκοτων εθνων ημεις επεστειλαμεν κριναντες φυλασσεσθαι αυτους το τε ειδωλοθυτον και αιμα και πνικτον και πορνειαν Acts 15:23, Ex 20:3, 1 Cor 8:1, Gen 9:4
26 τοτε ο παυλος παραλαβων τους ανδρας τη εχομενη ημερα συν αυτοις αγνισθεις εισηει εις το ιερον διαγγελλων την εκπληρωσιν των ημερων του αγνισμου εως ου προσηνεχθη υπερ ενος εκαστου αυτων η προσφορα Acts 24:6
27 ως δε εμελλον αι επτα ημεραι συντελεισθαι οι απο της ασιας ιουδαιοι θεασαμενοι αυτον εν τω ιερω συνεχεον παντα τον οχλον και επεβαλον επ αυτον τας χειρας 
28 κραζοντες ανδρες ισραηλιται βοηθειτε ουτος εστιν ο ανθρωπος ο κατα του λαου και του νομου και του τοπου τουτου παντας πανταχη διδασκων ετι τε και ελληνας εισηγαγεν εις το ιερον και κεκοινωκεν τον αγιον τοπον τουτον 
29 ησαν γαρ προεωρακοτες τροφιμον τον εφεσιον εν τη πολει συν αυτω ον ενομιζον οτι εις το ιερον εισηγαγεν ο παυλος Acts 20:4, 2 Tim 4:20
30 εκινηθη τε η πολις ολη και εγενετο συνδρομη του λαου και επιλαβομενοι του παυλου ειλκον αυτον εξω του ιερου και ευθεως εκλεισθησαν αι θυραι 
31 ζητουντων τε αυτον αποκτειναι ανεβη φασις τω χιλιαρχω της σπειρης οτι ολη συγχυννεται ιερουσαλημ 
32 ος εξαυτης παραλαβων στρατιωτας και εκατονταρχας κατεδραμεν επ αυτους οι δε ιδοντες τον χιλιαρχον και τους στρατιωτας επαυσαντο τυπτοντες τον παυλον 
33 τοτε εγγισας ο χιλιαρχος επελαβετο αυτου και εκελευσεν δεθηναι αλυσεσι δυσι και επυνθανετο τις ειη και τι εστιν πεποιηκως Acts 21:11
34 αλλοι δε αλλο τι επεφωνουν εν τω οχλω μη δυναμενου δε αυτου γνωναι το ασφαλες δια τον θορυβον εκελευσεν αγεσθαι αυτον εις την παρεμβολην 
35 οτε δε εγενετο επι τους αναβαθμους συνεβη βασταζεσθαι αυτον υπο των στρατιωτων δια την βιαν του οχλου 
36 ηκολουθει γαρ το πληθος του λαου κραζοντες αιρε αυτον Luke 23:18, John 19:15, Acts 22:22
37 μελλων τε εισαγεσθαι εις την παρεμβολην ο παυλος λεγει τω χιλιαρχω ει εξεστιν μοι ειπειν τι προς σε ο δε εφη ελληνιστι γινωσκεις 
38 ουκ αρα συ ει ο αιγυπτιος ο προ τουτων των ημερων αναστατωσας και εξαγαγων εις την ερημον τους τετρακισχιλιους ανδρας των σικαριων 
39 ειπεν δε ο παυλος εγω ανθρωπος μεν ειμι ιουδαιος ταρσευς της κιλικιας ουκ ασημου πολεως πολιτης δεομαι δε σου επιτρεψον μοι λαλησαι προς τον λαον Acts 9:11, Acts 9:30
40 επιτρεψαντος δε αυτου ο παυλος εστως επι των αναβαθμων κατεσεισεν τη χειρι τω λαω πολλης δε σιγης γενομενης προσεφωνησεν τη εβραιδι διαλεκτω λεγων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle