Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 λαλουντων δε αυτων προς τον λαον επεστησαν αυτοις οι ιερεις και ο στρατηγος του ιερου και οι σαδδουκαιοι 
2 διαπονουμενοι δια το διδασκειν αυτους τον λαον και καταγγελλειν εν τω ιησου την αναστασιν την εκ νεκρων 
3 και επεβαλον αυτοις τας χειρας και εθεντο εις τηρησιν εις την αυριον ην γαρ εσπερα ηδη 
4 πολλοι δε των ακουσαντων τον λογον επιστευσαν και εγενηθη [ο] αριθμος των ανδρων [ως] χιλιαδες πεντε 
5 εγενετο δε επι την αυριον συναχθηναι αυτων τους αρχοντας και τους πρεσβυτερους και τους γραμματεις εν ιερουσαλημ 
6 και αννας ο αρχιερευς και καιαφας και ιωαννης και αλεξανδρος και οσοι ησαν εκ γενους αρχιερατικου 
7 και στησαντες αυτους εν τω μεσω επυνθανοντο εν ποια δυναμει η εν ποιω ονοματι εποιησατε τουτο υμεις Ex 2:14, Matt 21:23, Acts 7:27
8 τοτε πετρος πλησθεις πνευματος αγιου ειπεν προς αυτους αρχοντες του λαου και πρεσβυτεροι 
9 ει ημεις σημερον ανακρινομεθα επι ευεργεσια ανθρωπου ασθενους εν τινι ουτος σεσωται 
10 γνωστον εστω πασιν υμιν και παντι τω λαω ισραηλ οτι εν τω ονοματι ιησου χριστου του ναζωραιου ον υμεις εσταυρωσατε ον ο θεος ηγειρεν εκ νεκρων εν τουτω ουτος παρεστηκεν ενωπιον υμων υγιης 
11 ουτος εστιν ο λιθος ο εξουθενηθεις υφ υμων των οικοδομων ο γενομενος εις κεφαλην γωνιας Psa 118:22, Isa 28:16, Matt 21:42, Mark 12:10, Luke 20:17, Rom 9:33, 1 Pet 2:7
12 και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουδε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας Matt 1:21, Acts 10:43, 1 Tim 2:5
13 θεωρουντες δε την του πετρου παρρησιαν και ιωαννου και καταλαβομενοι οτι ανθρωποι αγραμματοι εισιν και ιδιωται εθαυμαζον επεγινωσκον τε αυτους οτι συν τω ιησου ησαν 
14 τον τε ανθρωπον βλεποντες συν αυτοις εστωτα τον τεθεραπευμενον ουδεν ειχον αντειπειν 
15 κελευσαντες δε αυτους εξω του συνεδριου απελθειν συνεβαλλον προς αλληλους 
16 λεγοντες τι ποιησωμεν τοις ανθρωποις τουτοις οτι μεν γαρ γνωστον σημειον γεγονεν δι αυτων πασιν τοις κατοικουσιν ιερουσαλημ φανερον και ου δυναμεθα αρνεισθαι John 11:47
17 αλλ ινα μη επι πλειον διανεμηθη εις τον λαον απειλησωμεθα αυτοις μηκετι λαλειν επι τω ονοματι τουτω μηδενι ανθρωπων 
18 και καλεσαντες αυτους παρηγγειλαν το καθολου μη φθεγγεσθαι μηδε διδασκειν επι τω ονοματι του ιησου 
19 ο δε πετρος και ιωαννης αποκριθεντες ειπον προς αυτους ει δικαιον εστιν ενωπιον του θεου υμων ακουειν μαλλον η του θεου κρινατε Acts 5:29
20 ου δυναμεθα γαρ ημεις α ειδαμεν και ηκουσαμεν μη λαλειν 
21 οι δε προσαπειλησαμενοι απελυσαν αυτους μηδεν ευρισκοντες το πως κολασωνται αυτους δια τον λαον οτι παντες εδοξαζον τον θεον επι τω γεγονοτι Acts 5:26, Acts 3:7
22 ετων γαρ ην πλειονων τεσσερακοντα ο ανθρωπος εφ ον γεγονει το σημειον τουτο της ιασεως 
23 απολυθεντες δε ηλθον προς τους ιδιους και απηγγειλαν οσα προς αυτους οι αρχιερεις και οι πρεσβυτεροι ειπαν Acts 12:12
24 οι δε ακουσαντες ομοθυμαδον ηραν φωνην προς τον θεον και ειπαν δεσποτα συ ο ποιησας τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις 
25 ο του πατρος ημων δια πνευματος αγιου στοματος δαυιδ παιδος σου ειπων ινατι εφρυαξαν εθνη και λαοι εμελετησαν κενα Psa 2:1
26 παρεστησαν οι βασιλεις της γης και οι αρχοντες συνηχθησαν επι το αυτο κατα του κυριου και κατα του χριστου αυτου 
27 συνηχθησαν γαρ επ αληθειας εν τη πολει ταυτη επι τον αγιον παιδα σου ιησουν ον εχρισας ηρωδης τε και ποντιος πιλατος συν εθνεσιν και λαοις ισραηλ Matt 26:3, Mark 14:1, Luke 22:2, John 11:47
28 ποιησαι οσα η χειρ σου και η βουλη [σου] προωρισεν γενεσθαι 
29 και τα νυν κυριε επιδε επι τας απειλας αυτων και δος τοις δουλοις σου μετα παρρησιας πασης λαλειν τον λογον σου 
30 εν τω την χειρα [σου] εκτεινειν σε εις ιασιν και σημεια και τερατα γινεσθαι δια του ονοματος του αγιου παιδος σου ιησου Mark 16:17
31 και δεηθεντων αυτων εσαλευθη ο τοπος εν ω ησαν συνηγμενοι και επλησθησαν απαντες του αγιου πνευματος και ελαλουν τον λογον του θεου μετα παρρησιας Acts 16:26
32 του δε πληθους των πιστευσαντων ην καρδια και ψυχη μια και ουδε εις τι των υπαρχοντων αυτω ελεγεν ιδιον ειναι αλλ ην αυτοις απαντα κοινα Acts 2:44, 1 Pet 3:8
33 και δυναμει μεγαλη απεδιδουν το μαρτυριον οι αποστολοι της αναστασεως του κυριου ιησου χαρις τε μεγαλη ην επι παντας αυτους 
34 ουδε γαρ ενδεης τις ην εν αυτοις οσοι γαρ κτητορες χωριων η οικιων υπηρχον πωλουντες εφερον τας τιμας των πιπρασκομενων 
35 και ετιθουν παρα τους ποδας των αποστολων διεδιδετο δε εκαστω καθοτι αν τις χρειαν ειχεν Isa 58:7
36 ιωσηφ δε ο επικληθεις βαρναβας απο των αποστολων ο εστιν μεθερμηνευομενον υιος παρακλησεως λευιτης κυπριος τω γενει 
37 υπαρχοντος αυτω αγρου πωλησας ηνεγκεν το χρημα και εθηκεν προς τους ποδας των αποστολων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle