Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εν δε ταις ημεραις ταυταις πληθυνοντων των μαθητων εγενετο γογγυσμος των ελληνιστων προς τους εβραιους οτι παρεθεωρουντο εν τη διακονια τη καθημερινη αι χηραι αυτων 
2 προσκαλεσαμενοι δε οι δωδεκα το πληθος των μαθητων ειπαν ουκ αρεστον εστιν ημας καταλειψαντας τον λογον του θεου διακονειν τραπεζαις Ex 18:17
3 επισκεψασθε δε αδελφοι ανδρας εξ υμων μαρτυρουμενους επτα πληρεις πνευματος και σοφιας ους καταστησομεν επι της χρειας ταυτης Deut 1:13, Acts 1:21, Acts 16:2, 1 Tim 3:7
4 ημεις δε τη προσευχη και τη διακονια του λογου προσκαρτερησομεν 
5 και ηρεσεν ο λογος ενωπιον παντος του πληθους και εξελεξαντο στεφανον ανδρα πληρης πιστεως και πνευματος αγιου και φιλιππον και προχορον και νικανορα και τιμωνα και παρμεναν και νικολαον προσηλυτον αντιοχεα Acts 11:24, Acts 21:8
6 ους εστησαν ενωπιον των αποστολων και προσευξαμενοι επεθηκαν αυτοις τας χειρας Acts 1:23, Acts 8:17, Acts 13:3, 1 Tim 4:14, 1 Tim 5:22, 2 Tim 1:6
7 και ο λογος του θεου ηυξανεν και επληθυνετο ο αριθμος των μαθητων εν ιερουσαλημ σφοδρα πολυς τε οχλος των ιερεων υπηκουον τη πιστει Acts 19:20
8 στεφανος δε πληρης χαριτος και δυναμεως εποιει τερατα και σημεια μεγαλα εν τω λαω 
9 ανεστησαν δε τινες των εκ της συναγωγης της λεγομενης λιβερτινων και κυρηναιων και αλεξανδρεων και των απο κιλικιας και ασιας συζητουντες τω στεφανω 
10 και ουκ ισχυον αντιστηναι τη σοφια και τω πνευματι ω ελαλει Ex 4:12, Isa 54:17, Luke 21:15
11 τοτε υπεβαλον ανδρας λεγοντας οτι ακηκοαμεν αυτου λαλουντος ρηματα βλασφημα εις μωυσην και τον θεον Matt 26:59
12 συνεκινησαν τε τον λαον και τους πρεσβυτερους και τους γραμματεις και επισταντες συνηρπασαν αυτον και ηγαγον εις το συνεδριον 
13 εστησαν τε μαρτυρας ψευδεις λεγοντας ο ανθρωπος ουτος ου παυεται λαλων ρηματα κατα του τοπου του αγιου [τουτου] και του νομου 
14 ακηκοαμεν γαρ αυτου λεγοντος οτι ιησους ο ναζωραιος ουτος καταλυσει τον τοπον τουτον και αλλαξει τα εθη α παρεδωκεν ημιν μωυσης 
15 και ατενισαντες εις αυτον παντες οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle