Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ειπεν δε ο αρχιερευς ει ταυτα ουτως εχει 
2 ο δε εφη ανδρες αδελφοι και πατερες ακουσατε ο θεος της δοξης ωφθη τω πατρι ημων αβρααμ οντι εν τη μεσοποταμια πριν η κατοικησαι αυτον εν χαρραν 
3 και ειπεν προς αυτον εξελθε εκ της γης σου και [εκ] της συγγενειας σου και δευρο εις την γην ην αν σοι δειξω Gen 12:1
4 τοτε εξελθων εκ γης χαλδαιων κατωκησεν εν χαρραν κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εις την γην ταυτην εις ην υμεις νυν κατοικειτε 
5 και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδος και επηγγειλατο δουναι αυτω εις κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον ουκ οντος αυτω τεκνου Gen 12:7, Gen 13:15
6 ελαλησεν δε ουτως ο θεος οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια Gen 15:13, Gen 15:16, Ex 12:40, Gal 3:17
7 και το εθνος ω εαν δουλευσουσιν κρινω εγω ο θεος ειπεν και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω Gen 15:16, Ex 3:12
8 και εδωκεν αυτω διαθηκην περιτομης και ουτως εγεννησεν τον ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη και ισαακ τον ιακωβ και ιακωβ τους δωδεκα πατριαρχας Gen 17:10, Gen 21:2, Gen 25:24, Gen 29:32, Gen 30:5, Gen 35:23
9 και οι πατριαρχαι ζηλωσαντες τον ιωσηφ απεδοντο εις αιγυπτον και ην ο θεος μετ αυτου Gen 37:4, Gen 37:28, Psa 105:17
10 και εξειλατο αυτον εκ πασων των θλιψεων αυτου και εδωκεν αυτω χαριν και σοφιαν εναντιον φαραω βασιλεως αιγυπτου και κατεστησεν αυτον ηγουμενον επ αιγυπτον και [εφ] ολον τον οικον αυτου Gen 41:40
11 ηλθεν δε λιμος εφ ολην την αιγυπτον και χανααν και θλιψις μεγαλη και ουχ ηυρισκον χορτασματα οι πατερες ημων Gen 41:54, Psa 105:16
12 ακουσας δε ιακωβ οντα σιτια εις αιγυπτον εξαπεστειλεν τους πατερας ημων πρωτον Gen 42:1
13 και εν τω δευτερω ανεγνωρισθη ιωσηφ τοις αδελφοις αυτου και φανερον εγενετο τω φαραω το γενος [του] ιωσηφ Gen 45:4
14 αποστειλας δε ιωσηφ μετεκαλεσατο ιακωβ τον πατερα αυτου και πασαν την συγγενειαν εν ψυχαις εβδομηκοντα πεντε 
15 και κατεβη ιακωβ εις αιγυπτον και ετελευτησεν αυτος και οι πατερες ημων Gen 46:5, Gen 49:33
16 και μετετεθησαν εις συχεμ και ετεθησαν εν τω μνηματι ω ωνησατο αβρααμ τιμης αργυριου παρα των υιων εμμωρ εν συχεμ Gen 50:13, Ex 13:19, Josh 24:32, Gen 23:16
17 καθως δε ηγγιζεν ο χρονος της επαγγελιας ης ωμολογησεν ο θεος τω αβρααμ ηυξησεν ο λαος και επληθυνθη εν αιγυπτω Ex 1:7, Psa 105:24
18 αχρι ου ανεστη βασιλευς ετερος [επ αιγυπτον] ος ουκ ηδει τον ιωσηφ 
19 ουτος κατασοφισαμενος το γενος ημων εκακωσεν τους πατερας [ημων] του ποιειν τα βρεφη εκθετα αυτων εις το μη ζωογονεισθαι 
20 εν ω καιρω εγεννηθη μωυσης και ην αστειος τω θεω ος ανετραφη μηνας τρεις εν τω οικω του πατρος Ex 2:2, Ex 6:20, Num 26:59, 1 Chr 23:13, Heb 11:23
21 εκτεθεντος δε αυτου ανειλατο αυτον η θυγατηρ φαραω και ανεθρεψατο αυτον εαυτη εις υιον 
22 και επαιδευθη μωυσης [εν] παση σοφια αιγυπτιων ην δε δυνατος εν λογοις και εργοις αυτου 
23 ως δε επληρουτο αυτω τεσσερακονταετης χρονος ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τους αδελφους αυτου τους υιους ισραηλ Ex 2:11
24 και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξας τον αιγυπτιον Ex 2:11
25 ενομιζεν δε συνιεναι τους αδελφους [αυτου] οτι ο θεος δια χειρος αυτου διδωσιν σωτηριαν αυτοις οι δε ου συνηκαν 
26 τη τε επιουση ημερα ωφθη αυτοις μαχομενοις και συνηλλασσεν αυτους εις ειρηνην ειπων ανδρες αδελφοι εστε ινατι αδικειτε αλληλους Ex 2:13
27 ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων τις σε κατεστησεν αρχοντα και δικαστην εφ ημων Acts 7:35, Ex 2:14, Matt 21:23, Acts 4:7
28 μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον αιγυπτιον 
29 εφυγεν δε μωυσης εν τω λογω τουτω και εγενετο παροικος εν γη μαδιαμ ου εγεννησεν υιους δυο 
30 και πληρωθεντων ετων τεσσερακοντα ωφθη αυτω εν τη ερημω του ορους σινα αγγελος εν φλογι πυρος βατου Ex 3:2
31 ο δε μωυσης ιδων εθαυμαζεν το οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου 
32 εγω ο θεος των πατερων σου ο θεος αβρααμ και ισαακ και ιακωβ εντρομος δε γενομενος μωυσης ουκ ετολμα κατανοησαι Ex 3:6, Matt 22:32, Heb 11:16
33 ειπεν δε αυτω ο κυριος λυσον το υποδημα των ποδων σου ο γαρ τοπος εφ ω εστηκας γη αγια εστιν Josh 5:15
34 ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και του στεναγμου αυτων ηκουσα και κατεβην εξελεσθαι αυτους και νυν δευρο αποστειλω σε εις αιγυπτον 
35 τουτον τον μωυσην ον ηρνησαντο ειποντες τις σε κατεστησεν αρχοντα και δικαστην τουτον ο θεος [και] αρχοντα και λυτρωτην απεσταλκεν συν χειρι αγγελου του οφθεντος αυτω εν τη βατω 
36 ουτος εξηγαγεν αυτους ποιησας τερατα και σημεια εν γη αιγυπτω και εν ερυθρα θαλασση και εν τη ερημω ετη τεσσερακοντα Ex 7:1, Ex 8:1, Ex 9:1, Ex 10:1, Ex 11:1, Ex 13:1, Ex 14:1, Ex 16:1, Deut 1:3
37 ουτος εστιν ο μωυσης ο ειπας τοις υιοις ισραηλ προφητην υμιν αναστησει ο θεος εκ των αδελφων υμων ως εμε Deut 18:15, Deut 18:18, John 1:45, Acts 3:22, Matt 17:5
38 ουτος εστιν ο γενομενος εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντος αυτω εν τω ορει σινα και των πατερων ημων ος εδεξατο λογια ζωντα δουναι ημιν Ex 19:3, Gal 3:19
39 ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερες ημων αλλα απωσαντο και εστραφησαν εν ταις καρδιαις αυτων εις αιγυπτον 
40 ειποντες τω ααρων ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ μωυσης ουτος ος εξηγαγεν ημας εκ γης αιγυπτου ουκ οιδαμεν τι εγενετο αυτω Ex 32:1
41 και εμοσχοποιησαν εν ταις ημεραις εκειναις και ανηγαγον θυσιαν τω ειδωλω και ευφραινοντο εν τοις εργοις των χειρων αυτων 
42 εστρεψεν δε ο θεος και παρεδωκεν αυτους λατρευειν τη στρατια του ουρανου καθως γεγραπται εν βιβλω των προφητων μη σφαγια και θυσιας προσηνεγκατε μοι ετη τεσσερακοντα εν τη ερημω οικος ισραηλ Amos 5:25
43 και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου [υμων] ραιφαν τους τυπους ους εποιησατε προσκυνειν αυτοις και μετοικιω υμας επεκεινα βαβυλωνος Amos 5:26
44 η σκηνη του μαρτυριου ην τοις πατρασιν ημων εν τη ερημω καθως διεταξατο ο λαλων τω μωυση ποιησαι αυτην κατα τον τυπον ον εωρακει Ex 25:40, Heb 8:5
45 ην και εισηγαγον διαδεξαμενοι οι πατερες ημων μετα ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεος απο προσωπου των πατερων ημων εως των ημερων δαυιδ Josh 3:14
46 ος ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω οικω ιακωβ 1 Sam 16:1, Psa 89:20, Acts 13:22, 2 Sam 7:2, 1 Chr 17:1, Psa 132:5
47 σολομων δε οικοδομησεν αυτω οικον 1 Kin 6:1, 1 Chr 17:12
48 αλλ ουχ ο υψιστος εν χειροποιητοις κατοικει καθως ο προφητης λεγει 1 Kin 8:27, Acts 17:24
49 ο ουρανος μοι θρονος η δε γη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι λεγει κυριος η τις τοπος της καταπαυσεως μου 2 Chr 6:33, Isa 66:1, Matt 5:34, Matt 23:22
50 ουχι η χειρ μου εποιησεν ταυτα παντα Gen 1:4
51 σκληροτραχηλοι και απεριτμητοι καρδιαις και τοις ωσιν υμεις αει τω πνευματι τω αγιω αντιπιπτετε ως οι πατερες υμων και υμεις Neh 9:16, Jer 6:10
52 τινα των προφητων ουκ εδιωξαν οι πατερες υμων και απεκτειναν τους προκαταγγειλαντας περι της ελευσεως του δικαιου ου νυν υμεις προδοται και φονεις εγενεσθε 
53 οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων και ουκ εφυλαξατε Ex 19:3, Ex 24:3, John 7:19, Gal 3:19, Heb 2:2
54 ακουοντες δε ταυτα διεπριοντο ταις καρδιαις αυτων και εβρυχον τους οδοντας επ αυτον 
55 υπαρχων δε πληρης πνευματος αγιου ατενισας εις τον ουρανον ειδεν δοξαν θεου και ιησουν εστωτα εκ δεξιων του θεου 
56 και ειπεν ιδου θεωρω τους ουρανους διηνοιγμενους και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου 
57 κραξαντες δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων και ωρμησαν ομοθυμαδον επ αυτον 
58 και εκβαλοντες εξω της πολεως ελιθοβολουν και οι μαρτυρες απεθεντο τα ιματια αυτων παρα τους ποδας νεανιου καλουμενου σαυλου 1 Kin 21:13, Luke 4:29, Acts 22:20
59 και ελιθοβολουν τον στεφανον επικαλουμενον και λεγοντα κυριε ιησου δεξαι το πνευμα μου Psa 31:5, Luke 23:46
60 θεις δε τα γονατα εκραξεν φωνη μεγαλη κυριε μη στησης αυτοις ταυτην την αμαρτιαν και τουτο ειπων εκοιμηθη Matt 5:44, Luke 23:34, 1 Cor 4:12


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle