Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 σαυλος δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμος μεγας επι την εκκλησιαν την εν ιεροσολυμοις παντες δε διεσπαρησαν κατα τας χωρας της ιουδαιας και σαμαρειας πλην των αποστολων Acts 22:20, Acts 11:19
2 συνεκομισαν δε τον στεφανον ανδρες ευλαβεις και εποιησαν κοπετον μεγαν επ αυτω Gen 23:2, Gen 50:10, 2 Sam 3:31
3 σαυλος δε ελυμαινετο την εκκλησιαν κατα τους οικους εισπορευομενος συρων τε ανδρας και γυναικας παρεδιδου εις φυλακην Acts 9:1, Acts 22:4, Acts 26:9, 1 Cor 15:9, Gal 1:13, 1 Tim 1:13
4 οι μεν ουν διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον Matt 10:23, Acts 11:19
5 φιλιππος δε κατελθων εις [την] πολιν της σαμαρειας εκηρυσσεν αυτοις τον χριστον 
6 προσειχον δε οι οχλοι τοις λεγομενοις υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτους και βλεπειν τα σημεια α εποιει 
7 πολλοι γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχοντο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν Mark 16:17, Acts 5:16, Acts 16:18, Acts 19:11
8 εγενετο δε πολλη χαρα εν τη πολει εκεινη 
9 ανηρ δε τις ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστανων το εθνος της σαμαρειας λεγων ειναι τινα εαυτον μεγαν Acts 13:6
10 ω προσειχον παντες απο μικρου εως μεγαλου λεγοντες ουτος εστιν η δυναμις του θεου η καλουμενη μεγαλη 
11 προσειχον δε αυτω δια το ικανω χρονω ταις μαγειαις εξεστακεναι αυτους 
12 οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω περι της βασιλειας του θεου και του ονοματος ιησου χριστου εβαπτιζοντο ανδρες τε και γυναικες 
13 ο δε σιμων και αυτος επιστευσεν και βαπτισθεις ην προσκαρτερων τω φιλιππω θεωρων τε σημεια και δυναμεις μεγαλας γινομενας εξιστατο 
14 ακουσαντες δε οι εν ιεροσολυμοις αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους πετρον και ιωαννην 
15 οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον 
16 ουδεπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου ιησου 
17 τοτε επετιθεσαν τας χειρας επ αυτους και ελαμβανον πνευμα αγιον Acts 6:6, Acts 13:3, Acts 19:6, 1 Tim 4:14, 1 Tim 5:22, 2 Tim 1:6
18 ιδων δε ο σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα προσηνεγκεν αυτοις χρηματα 
19 λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τας χειρας λαμβανη πνευμα αγιον 
20 πετρος δε ειπεν προς αυτον το αργυριον σου συν σοι ειη εις απωλειαν οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι Matt 10:8
21 ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια εναντι του θεου 
22 μετανοησον ουν απο της κακιας σου ταυτης και δεηθητι του κυριου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου 
23 εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα 
24 αποκριθεις δε ο σιμων ειπεν δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε Num 21:7
25 οι μεν ουν διαμαρτυραμενοι και λαλησαντες τον λογον του κυριου υπεστρεφον εις ιεροσολυμα πολλας τε κωμας των σαμαριτων ευηγγελιζοντο 
26 αγγελος δε κυριου ελαλησεν προς φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εις γαζαν αυτη εστιν ερημος 
27 και αναστας επορευθη και ιδου ανηρ αιθιοψ ευνουχος δυναστης κανδακης βασιλισσης αιθιοπων ος ην επι πασης της γαζης αυτης ος εληλυθει προσκυνησων εις ιερουσαλημ John 12:20
28 ην τε υποστρεφων και καθημενος επι του αρματος αυτου και ανεγινωσκεν τον προφητην ησαιαν 
29 ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω 
30 προσδραμων δε ο φιλιππος ηκουσεν αυτου αναγινωσκοντος ησαιαν τον προφητην και ειπεν αρα γε γινωσκεις α αναγινωσκεις 
31 ο δε ειπεν πως γαρ αν δυναιμην εαν μη τις οδηγησει με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω 
32 η δε περιοχη της γραφης ην ανεγινωσκεν ην αυτη ως προβατον επι σφαγην ηχθη και ως αμνος εναντιον του κειραντος αυτον αφωνος ουτως ουκ ανοιγει το στομα αυτου Isa 53:7
33 εν τη ταπεινωσει [αυτου] η κρισις αυτου ηρθη την γενεαν αυτου τις διηγησεται οτι αιρεται απο της γης η ζωη αυτου 
34 αποκριθεις δε ο ευνουχος τω φιλιππω ειπεν δεομαι σου περι τινος ο προφητης λεγει τουτο περι εαυτου η περι ετερου τινος 
35 ανοιξας δε ο φιλιππος το στομα αυτου και αρξαμενος απο της γραφης ταυτης ευηγγελισατο αυτω τον ιησουν Luke 24:45
36 ως δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχος ιδου υδωρ τι κωλυει με βαπτισθηναι Acts 10:47
37  
38 και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εις το υδωρ ο τε φιλιππος και ο ευνουχος και εβαπτισεν αυτον 
39 οτε δε ανεβησαν εκ του υδατος πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχος επορευετο γαρ την οδον αυτου χαιρων 
40 φιλιππος δε ευρεθη εις αζωτον και διερχομενος ευηγγελιζετο τας πολεις πασας εως του ελθειν αυτον εις καισαρειαν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle