Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ο δε σαυλος ετι εμπνεων απειλης και φονου εις τους μαθητας του κυριου προσελθων τω αρχιερει Acts 8:3, Acts 22:4, Acts 26:9, 1 Cor 15:9, Gal 1:13, 1 Tim 1:13
2 ητησατο παρ αυτου επιστολας εις δαμασκον προς τας συναγωγας οπως εαν τινας ευρη της οδου οντας ανδρας τε και γυναικας δεδεμενους αγαγη εις ιερουσαλημ 
3 εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη δαμασκω εξαιφνης τε αυτον περιηστραψεν φως εκ του ουρανου Acts 22:6, 1 Cor 15:8, 2 Cor 12:2, Acts 26:13
4 και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω σαουλ σαουλ τι με διωκεις 
5 ειπεν δε τις ει κυριε ο δε εγω ειμι ιησους ον συ διωκεις Acts 5:39
6 αλλα αναστηθι και εισελθε εις την πολιν και λαληθησεται σοι ο τι σε δει ποιειν Luke 3:10, Acts 2:37, Acts 16:30
7 οι δε ανδρες οι συνοδευοντες αυτω ειστηκεισαν ενεοι ακουοντες μεν της φωνης μηδενα δε θεωρουντες Dan 10:7
8 ηγερθη δε σαυλος απο της γης ανεωγμενων δε των οφθαλμων αυτου ουδεν εβλεπεν χειραγωγουντες δε αυτον εισηγαγον εις δαμασκον 
9 και ην ημερας τρεις μη βλεπων και ουκ εφαγεν ουδε επιεν 
10 ην δε τις μαθητης εν δαμασκω ονοματι ανανιας και ειπεν προς αυτον εν οραματι ο κυριος ανανια ο δε ειπεν ιδου εγω κυριε 
11 ο δε κυριος προς αυτον αναστας πορευθητι επι την ρυμην την καλουμενην ευθειαν και ζητησον εν οικια ιουδα σαυλον ονοματι ταρσεα ιδου γαρ προσευχεται Acts 21:39, Acts 22:3
12 και ειδεν ανδρα [εν οραματι] ανανιαν ονοματι εισελθοντα και επιθεντα αυτω [τας] χειρας οπως αναβλεψη 
13 απεκριθη δε ανανιας κυριε ηκουσα απο πολλων περι του ανδρος τουτου οσα κακα τοις αγιοις σου εποιησεν εν ιερουσαλημ Acts 9:1, 1 Cor 15:9, Gal 1:13, 1 Tim 1:13
14 και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντας τους επικαλουμενους το ονομα σου 
15 ειπεν δε προς αυτον ο κυριος πορευου οτι σκευος εκλογης εστιν μοι ουτος του βαστασαι το ονομα μου ενωπιον εθνων τε και βασιλεων υιων τε ισραηλ Acts 13:2, Acts 22:21, Rom 1:1, Gal 1:15, Gal 2:8, Eph 3:8, 1 Tim 2:7, 2 Tim 1:11
16 εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματος μου παθειν Acts 21:11, 2 Cor 11:23
17 απηλθεν δε ανανιας και εισηλθεν εις την οικιαν και επιθεις επ αυτον τας χειρας ειπεν σαουλ αδελφε ο κυριος απεσταλκεν με ιησους ο οφθεις σοι εν τη οδω η ηρχου οπως αναβλεψης και πλησθης πνευματος αγιου Acts 22:12
18 και ευθεως απεπεσαν αυτου απο των οφθαλμων ως λεπιδες ανεβλεψεν τε και αναστας εβαπτισθη 
19 και λαβων τροφην ενισχυσεν εγενετο δε μετα των εν δαμασκω μαθητων ημερας τινας 
20 και ευθεως εν ταις συναγωγαις εκηρυσσεν τον ιησουν οτι ουτος εστιν ο υιος του θεου 
21 εξισταντο δε παντες οι ακουοντες και ελεγον ουχ ουτος εστιν ο πορθησας εις ιερουσαλημ τους επικαλουμενους το ονομα τουτο και ωδε εις τουτο εληλυθει ινα δεδεμενους αυτους αγαγη επι τους αρχιερεις 
22 σαυλος δε μαλλον ενεδυναμουτο και συνεχυννεν [τους] ιουδαιους τους κατοικουντας εν δαμασκω συμβιβαζων οτι ουτος εστιν ο χριστος 
23 ως δε επληρουντο ημεραι ικαναι συνεβουλευσαντο οι ιουδαιοι ανελειν αυτον 
24 εγνωσθη δε τω σαυλω η επιβουλη αυτων παρετηρουντο δε και τας πυλας ημερας τε και νυκτος οπως αυτον ανελωσιν 2 Cor 11:32
25 λαβοντες δε οι μαθηται αυτου νυκτος δια του τειχους καθηκαν αυτον χαλασαντες εν σπυριδι Josh 2:15, 1 Sam 19:12
26 παραγενομενος δε εις ιερουσαλημ επειραζεν κολλασθαι τοις μαθηταις και παντες εφοβουντο αυτον μη πιστευοντες οτι εστιν μαθητης Acts 22:17
27 βαρναβας δε επιλαβομενος αυτον ηγαγεν προς τους αποστολους και διηγησατο αυτοις πως εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω και πως εν δαμασκω επαρρησιασατο εν τω ονοματι του ιησου Acts 11:25
28 και ην μετ αυτων εισπορευομενος και εκπορευομενος εις ιερουσαλημ παρρησιαζομενος εν τω ονοματι του κυριου 
29 ελαλει τε και συνεζητει προς τους ελληνιστας οι δε επεχειρουν ανελειν αυτον 
30 επιγνοντες δε οι αδελφοι κατηγαγον αυτον εις καισαρειαν και εξαπεστειλαν αυτον εις ταρσον 
31 η μεν ουν εκκλησια καθ ολης της ιουδαιας και γαλιλαιας και σαμαρειας ειχεν ειρηνην οικοδομουμενη και πορευομενη τω φοβω του κυριου και τη παρακλησει του αγιου πνευματος επληθυνετο 
32 εγενετο δε πετρον διερχομενον δια παντων κατελθειν και προς τους αγιους τους κατοικουντας λυδδα 
33 ευρεν δε εκει ανθρωπον τινα ονοματι αινεαν εξ ετων οκτω κατακειμενον επι κραβαττου ος ην παραλελυμενος 
34 και ειπεν αυτω ο πετρος αινεα ιαται σε ιησους χριστος αναστηθι και στρωσον σεαυτω και ευθεως ανεστη 
35 και ειδαν αυτον παντες οι κατοικουντες λυδδα και τον σαρωνα οιτινες επεστρεψαν επι τον κυριον 
36 εν ιοππη δε τις ην μαθητρια ονοματι ταβιθα η διερμηνευομενη λεγεται δορκας αυτη ην πληρης εργων αγαθων και ελεημοσυνων ων εποιει 
37 εγενετο δε εν ταις ημεραις εκειναις ασθενησασαν αυτην αποθανειν λουσαντες δε εθηκαν [αυτην] εν υπερωω 
38 εγγυς δε ουσης λυδδας τη ιοππη οι μαθηται ακουσαντες οτι πετρος εστιν εν αυτη απεστειλαν δυο ανδρας προς αυτον παρακαλουντες μη οκνησης διελθειν εως ημων 
39 αναστας δε πετρος συνηλθεν αυτοις ον παραγενομενον ανηγαγον εις το υπερωον και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνας και ιματια οσα εποιει μετ αυτων ουσα η δορκας 
40 εκβαλων δε εξω παντας ο πετρος και θεις τα γονατα προσηυξατο και επιστρεψας προς το σωμα ειπεν ταβιθα αναστηθι η δε ηνοιξεν τους οφθαλμους αυτης και ιδουσα τον πετρον ανεκαθισεν 
41 δους δε αυτη χειρα ανεστησεν αυτην φωνησας δε τους αγιους και τας χηρας παρεστησεν αυτην ζωσαν 
42 γνωστον δε εγενετο καθ ολης της ιοππης και επιστευσαν πολλοι επι τον κυριον 
43 εγενετο δε ημερας ικανας μειναι εν ιοππη παρα τινι σιμωνι βυρσει 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle