Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος δουλος χριστου ιησου κλητος αποστολος αφωρισμενος εις ευαγγελιον θεου Acts 9:15, Acts 13:2, Gal 1:15
2 ο προεπηγγειλατο δια των προφητων αυτου εν γραφαις αγιαις Gen 3:15, Gen 22:18, Gen 26:4, Gen 49:10, Deut 18:15, 2 Sam 7:12, Psa 132:11, Isa 4:2, Isa 7:14, Isa 9:6, Isa 40:10, Jer 23:5, Jer 33:14, Ezek 34:23, Ezek 37:24, Dan 9:24, Mic 7:20
3 περι του υιου αυτου του γενομενου εκ σπερματος δαυιδ κατα σαρκα Matt 1:1, Luke 1:32, Acts 2:30, Acts 13:23, 2 Tim 2:8
4 του ορισθεντος υιου θεου εν δυναμει κατα πνευμα αγιωσυνης εξ αναστασεως νεκρων ιησου χριστου του κυριου ημων Isa 9:6, Isa 44:6, Isa 54:5, John 2:19, Rom 9:5, 1 John 5:20
5 δι ου ελαβομεν χαριν και αποστολην εις υπακοην πιστεως εν πασιν τοις εθνεσιν υπερ του ονοματος αυτου 
6 εν οις εστε και υμεις κλητοι ιησου χριστου 
7 πασιν τοις ουσιν εν ρωμη αγαπητοις θεου κλητοις αγιοις χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 1 Cor 1:2, Eph 1:1
8 πρωτον μεν ευχαριστω τω θεω μου δια ιησου χριστου περι παντων υμων οτι η πιστις υμων καταγγελλεται εν ολω τω κοσμω 
9 μαρτυς γαρ μου εστιν ο θεος ω λατρευω εν τω πνευματι μου εν τω ευαγγελιω του υιου αυτου ως αδιαλειπτως μνειαν υμων ποιουμαι Rom 9:1, 2 Cor 1:23, 2 Cor 11:31, Gal 1:20, Phil 1:8, 1 Thess 2:5, 2 Tim 1:3
10 παντοτε επι των προσευχων μου δεομενος ει πως ηδη ποτε ευοδωθησομαι εν τω θεληματι του θεου ελθειν προς υμας Rom 15:23, Rom 15:32
11 επιποθω γαρ ιδειν υμας ινα τι μεταδω χαρισμα υμιν πνευματικον εις το στηριχθηναι υμας 1 Thess 3:10, Rom 15:29
12 τουτο δε εστιν συμπαρακληθηναι εν υμιν δια της εν αλληλοις πιστεως υμων τε και εμου 
13 ου θελω δε υμας αγνοειν αδελφοι οτι πολλακις προεθεμην ελθειν προς υμας και εκωλυθην αχρι του δευρο ινα τινα καρπον σχω και εν υμιν καθως και εν τοις λοιποις εθνεσιν 1 Thess 2:18
14 ελλησιν τε και βαρβαροις σοφοις τε και ανοητοις οφειλετης ειμι 1 Cor 9:16
15 ουτως το κατ εμε προθυμον και υμιν τοις εν ρωμη ευαγγελισασθαι 
16 ου γαρ επαισχυνομαι το ευαγγελιον δυναμις γαρ θεου εστιν εις σωτηριαν παντι τω πιστευοντι ιουδαιω τε πρωτον και ελληνι Psa 40:9, 2 Tim 1:8, 1 Cor 1:18, 1 Cor 15:2
17 δικαιοσυνη γαρ θεου εν αυτω αποκαλυπτεται εκ πιστεως εις πιστιν καθως γεγραπται ο δε δικαιος εκ πιστεως ζησεται Rom 3:21, Phil 3:9, Hab 2:4, John 3:36, Gal 3:11, Heb 10:38
18 αποκαλυπτεται γαρ οργη θεου απ ουρανου επι πασαν ασεβειαν και αδικιαν ανθρωπων των την αληθειαν εν αδικια κατεχοντων 
19 διοτι το γνωστον του θεου φανερον εστιν εν αυτοις ο θεος γαρ αυτοις εφανερωσεν Acts 14:17
20 τα γαρ αορατα αυτου απο κτισεως κοσμου τοις ποιημασιν νοουμενα καθοραται η τε αιδιος αυτου δυναμις και θειοτης εις το ειναι αυτους αναπολογητους Psa 19:1
21 διοτι γνοντες τον θεον ουχ ως θεον εδοξασαν η ηυχαριστησαν αλλ εματαιωθησαν εν τοις διαλογισμοις αυτων και εσκοτισθη η ασυνετος αυτων καρδια Deut 28:28
22 φασκοντες ειναι σοφοι εμωρανθησαν 
23 και ηλλαξαν την δοξαν του αφθαρτου θεου εν ομοιωματι εικονος φθαρτου ανθρωπου και πετεινων και τετραποδων και ερπετων 2 Kin 17:29
24 διο παρεδωκεν αυτους ο θεος εν ταις επιθυμιαις των καρδιων αυτων εις ακαθαρσιαν του ατιμαζεσθαι τα σωματα αυτων εν αυτοις 
25 οιτινες μετηλλαξαν την αληθειαν του θεου εν τω ψευδει και εσεβασθησαν και ελατρευσαν τη κτισει παρα τον κτισαντα ος εστιν ευλογητος εις τους αιωνας αμην 
26 δια τουτο παρεδωκεν αυτους ο θεος εις παθη ατιμιας αι τε γαρ θηλειαι αυτων μετηλλαξαν την φυσικην χρησιν εις την παρα φυσιν Lev 18:22
27 ομοιως τε και οι αρσενες αφεντες την φυσικην χρησιν της θηλειας εξεκαυθησαν εν τη ορεξει αυτων εις αλληλους αρσενες εν αρσεσιν την ασχημοσυνην κατεργαζομενοι και την αντιμισθιαν ην εδει της πλανης αυτων εν εαυτοις απολαμβανοντες 
28 και καθως ουκ εδοκιμασαν τον θεον εχειν εν επιγνωσει παρεδωκεν αυτους ο θεος εις αδοκιμον νουν ποιειν τα μη καθηκοντα 
29 πεπληρωμενους παση αδικια πονηρια πλεονεξια κακια μεστους φθονου φονου εριδος δολου κακοηθειας ψιθυριστας 
30 καταλαλους θεοστυγεις υβριστας υπερηφανους αλαζονας εφευρετας κακων γονευσιν απειθεις 
31 ασυνετους ασυνθετους αστοργους ανελεημονας 
32 οιτινες το δικαιωμα του θεου επιγνοντες οτι οι τα τοιαυτα πρασσοντες αξιοι θανατου εισιν ου μονον αυτα ποιουσιν αλλα και συνευδοκουσιν τοις πρασσουσιν Hos 7:3


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle