Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 αδελφοι η μεν ευδοκια της εμης καρδιας και η δεησις προς τον θεον υπερ αυτων εις σωτηριαν 
2 μαρτυρω γαρ αυτοις οτι ζηλον θεου εχουσιν αλλ ου κατ επιγνωσιν Acts 22:3, Rom 9:31, Gal 4:17
3 αγνοουντες γαρ την του θεου δικαιοσυνην και την ιδιαν [δικαιοσυνην] ζητουντες στησαι τη δικαιοσυνη του θεου ουχ υπεταγησαν 
4 τελος γαρ νομου χριστος εις δικαιοσυνην παντι τω πιστευοντι Matt 5:17, Acts 13:38, 2 Cor 3:13, Gal 3:24
5 μωυσης γαρ γραφει την δικαιοσυνην την εκ [του] νομου οτι ο ποιησας αυτα ανθρωπος ζησεται εν αυτοις Lev 18:5, Ezek 20:11, Gal 3:12
6 η δε εκ πιστεως δικαιοσυνη ουτως λεγει μη ειπης εν τη καρδια σου τις αναβησεται εις τον ουρανον τουτ εστιν χριστον καταγαγειν Deut 30:12
7 η τις καταβησεται εις την αβυσσον τουτ εστιν χριστον εκ νεκρων αναγαγειν 
8 αλλα τι λεγει εγγυς σου το ρημα εστιν εν τω στοματι σου και εν τη καρδια σου τουτ εστιν το ρημα της πιστεως ο κηρυσσομεν 
9 οτι εαν ομολογησης εν τω στοματι σου κυριον ιησουν και πιστευσης εν τη καρδια σου οτι ο θεος αυτον ηγειρεν εκ νεκρων σωθηση 
10 καρδια γαρ πιστευεται εις δικαιοσυνην στοματι δε ομολογειται εις σωτηριαν 
11 λεγει γαρ η γραφη πας ο πιστευων επ αυτω ου καταισχυνθησεται Isa 28:16, Rom 9:33
12 ου γαρ εστιν διαστολη ιουδαιου τε και ελληνος ο γαρ αυτος κυριος παντων πλουτων εις παντας τους επικαλουμενους αυτον Acts 15:9, Rom 3:22
13 πας γαρ ος αν επικαλεσηται το ονομα κυριου σωθησεται Joel 2:32, Acts 2:21
14 πως ουν επικαλεσωνται εις ον ουκ επιστευσαν πως δε πιστευσωσιν ου ουκ ηκουσαν πως δε ακουσωσιν χωρις κηρυσσοντος 
15 πως δε κηρυξωσιν εαν μη αποσταλωσιν καθως γεγραπται ως ωραιοι οι ποδες των ευαγγελιζομενων [τα] αγαθα Isa 52:7, Nah 1:15
16 αλλ ου παντες υπηκουσαν τω ευαγγελιω ησαιας γαρ λεγει κυριε τις επιστευσεν τη ακοη ημων Isa 53:1, John 12:38
17 αρα η πιστις εξ ακοης η δε ακοη δια ρηματος χριστου 
18 αλλα λεγω μη ουκ ηκουσαν μενουνγε εις πασαν την γην εξηλθεν ο φθογγος αυτων και εις τα περατα της οικουμενης τα ρηματα αυτων Psa 19:4
19 αλλα λεγω μη ισραηλ ουκ εγνω πρωτος μωυσης λεγει εγω παραζηλωσω υμας επ ουκ εθνει επ εθνει ασυνετω παροργιω υμας Deut 32:21
20 ησαιας δε αποτολμα και λεγει ευρεθην [εν] τοις εμε μη ζητουσιν εμφανης εγενομην τοις εμε μη επερωτωσιν Isa 65:1
21 προς δε τον ισραηλ λεγει ολην την ημεραν εξεπετασα τας χειρας μου προς λαον απειθουντα και αντιλεγοντα Isa 65:2


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle