Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παρακαλω ουν υμας αδελφοι δια των οικτιρμων του θεου παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν ευαρεστον τω θεω την λογικην λατρειαν υμων 1 Pet 2:5, Rom 6:13, Rom 6:16
2 και μη συσχηματιζεσθε τω αιωνι τουτω αλλα μεταμορφουσθε τη ανακαινωσει του νοος εις το δοκιμαζειν υμας τι το θελημα του θεου το αγαθον και ευαρεστον και τελειον 1 John 2:15, Eph 5:17, 1 Thess 4:3
3 λεγω γαρ δια της χαριτος της δοθεισης μοι παντι τω οντι εν υμιν μη υπερφρονειν παρ ο δει φρονειν αλλα φρονειν εις το σωφρονειν εκαστω ως ο θεος εμερισεν μετρον πιστεως Rom 1:5, Eph 4:7, 1 Cor 12:11, Eph 4:7
4 καθαπερ γαρ εν ενι σωματι πολλα μελη εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν 1 Cor 12:27, Eph 1:23, Eph 4:16, Eph 5:23, Col 1:24
5 ουτως οι πολλοι εν σωμα εσμεν εν χριστω το δε καθ εις αλληλων μελη 1 Cor 12:4, 2 Cor 10:13, 1 Pet 4:10
6 εχοντες δε χαρισματα κατα την χαριν την δοθεισαν ημιν διαφορα ειτε προφητειαν κατα την αναλογιαν της πιστεως 1 Cor 12:4
7 ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκων εν τη διδασκαλια 1 Cor 12:10, 1 Pet 4:10
8 ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδους εν απλοτητι ο προισταμενος εν σπουδη ο ελεων εν ιλαροτητι Matt 6:1, Deut 15:7, 2 Cor 9:7
9 η αγαπη ανυποκριτος αποστυγουντες το πονηρον κολλωμενοι τω αγαθω Psa 97:10, Amos 5:15
10 τη φιλαδελφια εις αλληλους φιλοστοργοι τη τιμη αλληλους προηγουμενοι Eph 4:2, Heb 13:1, 1 Pet 1:22, 1 Pet 2:17, Phil 2:3, 1 Pet 5:5
11 τη σπουδη μη οκνηροι τω πνευματι ζεοντες τω κυριω δουλευοντες 
12 τη ελπιδι χαιροντες τη θλιψει υπομενοντες τη προσευχη προσκαρτερουντες Rom 15:13, 1 Thess 5:16, Heb 10:36, Heb 12:1, Ja 5:7, Luke 18:1, Eph 6:18, Col 4:2, 1 Thess 5:17
13 ταις χρειαις των αγιων κοινωνουντες την φιλοξενιαν διωκοντες 1 Cor 16:1, Heb 13:2, 1 Pet 4:9
14 ευλογειτε τους διωκοντας [υμας] ευλογειτε και μη καταρασθε Matt 5:44, 1 Cor 4:12
15 χαιρειν μετα χαιροντων κλαιειν μετα κλαιοντων 
16 το αυτο εις αλληλους φρονουντες μη τα υψηλα φρονουντες αλλα τοις ταπεινοις συναπαγομενοι μη γινεσθε φρονιμοι παρ εαυτοις Rom 15:5, 1 Cor 1:10, Phil 2:2, Phil 3:16, 1 Pet 3:8, Prov 3:7, Isa 5:21
17 μηδενι κακον αντι κακου αποδιδοντες προνοουμενοι καλα ενωπιον παντων ανθρωπων Prov 20:22, Matt 5:39, 1 Cor 6:7, 1 Thess 5:15, 2 Cor 8:21, 1 Pet 2:12
18 ει δυνατον το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντες Mark 9:50, Heb 12:14
19 μη εαυτους εκδικουντες αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος Matt 5:39, Luke 6:29, Deut 32:35, Heb 10:30
20 αλλα εαν πεινα ο εχθρος σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου Prov 25:21, Matt 5:44
21 μη νικω υπο του κακου αλλα νικα εν τω αγαθω το κακον 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle