Language
 Γλώσσα  
 The polytonic New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν: 1 Pet 2:5, Rom 6:13, Rom 6:16
2 καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. 1 John 2:15, Eph 5:17, 1 Thess 4:3
3 λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως. Rom 1:5, Eph 4:7, 1 Cor 12:11, Eph 4:7
4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, 1 Cor 12:27, Eph 1:23, Eph 4:16, Eph 5:23, Col 1:24
5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῷ, τὸ δὲ καθ' εἷς ἀλλήλων μέλη. 1 Cor 12:4, 2 Cor 10:13, 1 Pet 4:10
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 1 Cor 12:4
7 εἴτε διακονίαν ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, 1 Cor 12:10, 1 Pet 4:10
8 εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. Matt 6:1, Deut 15:7, 2 Cor 9:7
9 ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ: Psa 97:10, Amos 5:15
10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, Eph 4:2, Heb 13:1, 1 Pet 1:22, 1 Pet 2:17, Phil 2:3, 1 Pet 5:5
11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, 
12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, Rom 15:13, 1 Thess 5:16, Heb 10:36, Heb 12:1, Ja 5:7, Luke 18:1, Eph 6:18, Col 4:2, 1 Thess 5:17
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 1 Cor 16:1, Heb 13:2, 1 Pet 4:9
14 εὐλογεῖτε τοὺς διώκοντας [ὑμᾶσ], εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. Matt 5:44, 1 Cor 4:12
15 χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων. 
16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς. Rom 15:5, 1 Cor 1:10, Phil 2:2, Phil 3:16, 1 Pet 3:8, Prov 3:7, Isa 5:21
17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες: προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων: Prov 20:22, Matt 5:39, 1 Cor 6:7, 1 Thess 5:15, 2 Cor 8:21, 1 Pet 2:12
18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες: Mark 9:50, Heb 12:14
19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. Matt 5:39, Luke 6:29, Deut 32:35, Heb 10:30
20 ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν: ἐὰν διψᾷ, πότιζε αὐτόν: τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Prov 25:21, Matt 5:44
21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. 


Text in MS Word document format Other texts: Vamvas Νestle GRV wit variants