Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 πασα ψυχη εξουσιαις υπερεχουσαις υποτασσεσθω ου γαρ εστιν εξουσια ει μη υπο θεου αι δε ουσαι υπο θεου τεταγμεναι εισιν Tit 3:1, 1 Pet 2:13, Prov 8:15, Dan 4:32
2 ωστε ο αντιτασσομενος τη εξουσια τη του θεου διαταγη ανθεστηκεν οι δε ανθεστηκοτες εαυτοις κριμα λημψονται 
3 οι γαρ αρχοντες ουκ εισιν φοβος τω αγαθω εργω αλλα τω κακω θελεις δε μη φοβεισθαι την εξουσιαν το αγαθον ποιει και εξεις επαινον εξ αυτης 
4 θεου γαρ διακονος εστιν σοι εις το αγαθον εαν δε το κακον ποιης φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονος εστιν εκδικος εις οργην τω το κακον πρασσοντι 
5 διο αναγκη υποτασσεσθαι ου μονον δια την οργην αλλα και δια την συνειδησιν 
6 δια τουτο γαρ και φορους τελειτε λειτουργοι γαρ θεου εισιν εις αυτο τουτο προσκαρτερουντες 
7 αποδοτε πασιν τας οφειλας τω τον φορον τον φορον τω το τελος το τελος τω τον φοβον τον φοβον τω την τιμην την τιμην Matt 22:21
8 μηδενι μηδεν οφειλετε ει μη το αλληλους αγαπαν ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν Gal 5:14, 1 Tim 1:5
9 το γαρ ου μοιχευσεις ου φονευσεις ου κλεψεις ουκ επιθυμησεις και ει τις ετερα εντολη εν τω λογω τουτω ανακεφαλαιουται [εν τω] αγαπησεις τον πλησιον σου ως σεαυτον Ex 20:13, Deut 5:17, Matt 19:18, Lev 19:18, Matt 22:39, Mark 12:31, Gal 5:14, Ja 2:8
10 η αγαπη τω πλησιον κακον ουκ εργαζεται πληρωμα ουν νομου η αγαπη 
11 και τουτο ειδοτες τον καιρον οτι ωρα ηδη υμας εξ υπνου εγερθηναι νυν γαρ εγγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν Eph 5:14, 1 Thess 5:6
12 η νυξ προεκοψεν η δε ημερα ηγγικεν αποθωμεθα ουν τα εργα του σκοτους ενδυσωμεθα [δε] τα οπλα του φωτος 1 Thess 5:5, Col 3:8
13 ως εν ημερα ευσχημονως περιπατησωμεν μη κωμοις και μεθαις μη κοιταις και ασελγειαις μη εριδι και ζηλω Phil 4:8, 1 Thess 4:12, Luke 21:34, 1 Thess 5:6, 1 Cor 6:10, Eph 5:5, Ja 3:14
14 αλλα ενδυσασθε τον κυριον ιησουν χριστον και της σαρκος προνοιαν μη ποιεισθε εις επιθυμιας Gal 3:27, 1 Pet 2:11


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle