Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τον δε ασθενουντα τη πιστει προσλαμβανεσθε μη εις διακρισεις διαλογισμων 
2 ος μεν πιστευει φαγειν παντα ο δε ασθενων λαχανα εσθιει 
3 ο εσθιων τον μη εσθιοντα μη εξουθενειτω ο δε μη εσθιων τον εσθιοντα μη κρινετω ο θεος γαρ αυτον προσελαβετο Col 2:16
4 συ τις ει ο κρινων αλλοτριον οικετην τω ιδιω κυριω στηκει η πιπτει σταθησεται δε δυνατει γαρ ο κυριος στησαι αυτον Ja 4:12
5 ος μεν [γαρ] κρινει ημεραν παρ ημεραν ος δε κρινει πασαν ημεραν εκαστος εν τω ιδιω νοι πληροφορεισθω Gal 4:10, Col 2:16
6 ο φρονων την ημεραν κυριω φρονει και ο εσθιων κυριω εσθιει ευχαριστει γαρ τω θεω και ο μη εσθιων κυριω ουκ εσθιει και ευχαριστει τω θεω 1 Cor 10:31, 1 Tim 4:3
7 ουδεις γαρ ημων εαυτω ζη και ουδεις εαυτω αποθνησκει 2 Cor 5:15, Gal 2:20, 1 Thess 5:10, 1 Pet 4:2
8 εαν τε γαρ ζωμεν τω κυριω ζωμεν εαν τε αποθνησκωμεν τω κυριω αποθνησκομεν εαν τε ουν ζωμεν εαν τε αποθνησκωμεν του κυριου εσμεν 
9 εις τουτο γαρ χριστος απεθανεν και εζησεν ινα και νεκρων και ζωντων κυριευση 
10 συ δε τι κρινεις τον αδελφον σου η και συ τι εξουθενεις τον αδελφον σου παντες γαρ παραστησομεθα τω βηματι του θεου Matt 25:31, 2 Cor 5:10
11 γεγραπται γαρ ζω εγω λεγει κυριος οτι εμοι καμψει παν γονυ και πασα γλωσσα εξομολογησεται τω θεω Isa 45:23, Phil 2:10
12 αρα [ουν] εκαστος ημων περι εαυτου λογον δωσει [τω θεω] Psa 62:12, Jer 17:10, Jer 32:19, Matt 16:27, Rom 2:6, 1 Cor 3:8, 2 Cor 5:10, Gal 6:5, Rev 2:23, Rev 22:12
13 μηκετι ουν αλληλους κρινωμεν αλλα τουτο κρινατε μαλλον το μη τιθεναι προσκομμα τω αδελφω η σκανδαλον 1 Cor 10:32, 2 Cor 6:3
14 οιδα και πεπεισμαι εν κυριω ιησου οτι ουδεν κοινον δι εαυτου ει μη τω λογιζομενω τι κοινον ειναι εκεινω κοινον Matt 15:11, Acts 10:15, 1 Cor 8:4, 1 Tim 4:4
15 ει γαρ δια βρωμα ο αδελφος σου λυπειται ουκετι κατα αγαπην περιπατεις μη τω βρωματι σου εκεινον απολλυε υπερ ου χριστος απεθανεν 1 Cor 8:11
16 μη βλασφημεισθω ουν υμων το αγαθον 
17 ου γαρ εστιν η βασιλεια του θεου βρωσις και ποσις αλλα δικαιοσυνη και ειρηνη και χαρα εν πνευματι αγιω 1 Cor 8:8
18 ο γαρ εν τουτω δουλευων τω χριστω ευαρεστος τω θεω και δοκιμος τοις ανθρωποις 
19 αρα ουν τα της ειρηνης διωκωμεν και τα της οικοδομης της εις αλληλους 
20 μη ενεκεν βρωματος καταλυε το εργον του θεου παντα μεν καθαρα αλλα κακον τω ανθρωπω τω δια προσκομματος εσθιοντι Tit 1:15
21 καλον το μη φαγειν κρεα μηδε πιειν οινον μηδε εν ω ο αδελφος σου προσκοπτει 1 Cor 8:13
22 συ πιστιν [ην] εχεις κατα σεαυτον εχε ενωπιον του θεου μακαριος ο μη κρινων εαυτον εν ω δοκιμαζει 
23 ο δε διακρινομενος εαν φαγη κατακεκριται οτι ουκ εκ πιστεως παν δε ο ουκ εκ πιστεως αμαρτια εστιν Tit 1:15


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle