Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 συνιστημι δε υμιν φοιβην την αδελφην ημων ουσαν [και] διακονον της εκκλησιας της εν κεγχρεαις 
2 ινα αυτην προσδεξησθε εν κυριω αξιως των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη προστατις πολλων εγενηθη και εμου αυτου 
3 ασπασασθε πρισκαν και ακυλαν τους συνεργους μου εν χριστω ιησου Acts 18:2, Acts 18:26
4 οιτινες υπερ της ψυχης μου τον εαυτων τραχηλον υπεθηκαν οις ουκ εγω μονος ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων 
5 και την κατ οικον αυτων εκκλησιαν ασπασασθε επαινετον τον αγαπητον μου ος εστιν απαρχη της ασιας εις χριστον 
6 ασπασασθε μαριαν ητις πολλα εκοπιασεν εις υμας 
7 ασπασασθε ανδρονικον και ιουνιαν τους συγγενεις μου και συναιχμαλωτους μου οιτινες εισιν επισημοι εν τοις αποστολοις οι και προ εμου γεγοναν εν χριστω 
8 ασπασασθε αμπλιατον τον αγαπητον μου εν κυριω 
9 ασπασασθε ουρβανον τον συνεργον ημων εν χριστω και σταχυν τον αγαπητον μου 
10 ασπασασθε απελλην τον δοκιμον εν χριστω ασπασασθε τους εκ των αριστοβουλου 
11 ασπασασθε ηρωδιωνα τον συγγενη μου ασπασασθε τους εκ των ναρκισσου τους οντας εν κυριω 
12 ασπασασθε τρυφαιναν και τρυφωσαν τας κοπιωσας εν κυριω ασπασασθε περσιδα την αγαπητην ητις πολλα εκοπιασεν εν κυριω 
13 ασπασασθε ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου 
14 ασπασασθε ασυγκριτον φλεγοντα ερμην πατροβαν ερμαν και τους συν αυτοις αδελφους 
15 ασπασασθε φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτου και ολυμπαν και τους συν αυτοις παντας αγιους 
16 ασπασασθε αλληλους εν φιληματι αγιω ασπαζονται υμας αι εκκλησιαι πασαι του χριστου 1 Cor 16:20, 2 Cor 13:12, 1 Thess 5:26, 1 Pet 5:14
17 παρακαλω δε υμας αδελφοι σκοπειν τους τας διχοστασιας και τα σκανδαλα παρα την διδαχην ην υμεις εμαθετε ποιουντας και εκκλινετε απ αυτων Col 2:8, Tit 3:10, 2 John 1:10, Matt 18:17, 2 Thess 3:6, 2 Tim 3:5
18 οι γαρ τοιουτοι τω κυριω ημων χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια της χρηστολογιας και ευλογιας εξαπατωσιν τας καρδιας των ακακων Phil 3:19, Ezek 13:18
19 η γαρ υμων υπακοη εις παντας αφικετο εφ υμιν ουν χαιρω θελω δε υμας σοφους ειναι εις το αγαθον ακεραιους δε εις το κακον Matt 10:16, 1 Cor 14:20
20 ο δε θεος της ειρηνης συντριψει τον σαταναν υπο τους ποδας υμων εν ταχει η χαρις του κυριου ημων ιησου μεθ υμων 
21 ασπαζεται υμας τιμοθεος ο συνεργος μου και λουκιος και ιασων και σωσιπατρος οι συγγενεις μου Acts 16:1, Phil 2:19, Col 1:1, 1 Thess 3:2, 1 Tim 1:2, Acts 13:1, Acts 17:5, Acts 20:4
22 ασπαζομαι υμας εγω τερτιος ο γραψας την επιστολην εν κυριω 
23 ασπαζεται υμας γαιος ο ξενος μου και ολης της εκκλησιας ασπαζεται υμας εραστος ο οικονομος της πολεως και κουαρτος ο αδελφος Acts 19:22, 2 Tim 4:20
24  
25 [τω δε δυναμενω υμας στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοις αιωνιοις σεσιγημενου Eph 3:20, Eph 1:9, Eph 3:9, Col 1:26, 2 Tim 1:10, Tit 1:2, 1 Pet 1:20
26 φανερωθεντος δε νυν δια τε γραφων προφητικων κατ επιταγην του αιωνιου θεου εις υπακοην πιστεως εις παντα τα εθνη γνωρισθεντος 
27 μονω σοφω θεω δια ιησου χριστου ω η δοξα εις τους αιωνας αμην] 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle