Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τι ουν το περισσον του ιουδαιου η τις η ωφελεια της περιτομης 
2 πολυ κατα παντα τροπον πρωτον μεν [γαρ] οτι επιστευθησαν τα λογια του θεου Psa 147:19, Rom 9:4
3 τι γαρ ει ηπιστησαν τινες μη η απιστια αυτων την πιστιν του θεου καταργησει Num 23:19, Rom 9:6, 2 Tim 2:13
4 μη γενοιτο γινεσθω δε ο θεος αληθης πας δε ανθρωπος ψευστης καθως γεγραπται οπως αν δικαιωθης εν τοις λογοις σου και νικησεις εν τω κρινεσθαι σε John 3:33, Psa 116:11, Psa 51:4
5 ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικος ο θεος ο επιφερων την οργην κατα ανθρωπον λεγω 
6 μη γενοιτο επει πως κρινει ο θεος τον κοσμον 
7 ει δε η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου τι ετι καγω ως αμαρτωλος κρινομαι 
8 και μη καθως βλασφημουμεθα και καθως φασιν τινες ημας λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν 
9 τι ουν προεχομεθα ου παντως προητιασαμεθα γαρ ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι Gal 3:22
10 καθως γεγραπται οτι ουκ εστιν δικαιος ουδε εις Psa 14:3, Psa 53:3
11 ουκ εστιν ο συνιων ουκ εστιν ο εκζητων τον θεον 
12 παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ο ποιων χρηστοτητα [ουκ εστιν] εως ενος 
13 ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων Psa 5:9, Psa 140:3
14 ων το στομα αρας και πικριας γεμει Psa 10:7
15 οξεις οι ποδες αυτων εκχεαι αιμα Prov 1:16, Isa 59:7
16 συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων 
17 και οδον ειρηνης ουκ εγνωσαν 
18 ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων Psa 36:1
19 οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω 
20 διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας Gal 2:16, Rom 7:7, Heb 7:18
21 νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων Rom 1:17, Phil 3:9
22 δικαιοσυνη δε θεου δια πιστεως ιησου χριστου εις παντας τους πιστευοντας ου γαρ εστιν διαστολη 
23 παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου 
24 δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν χριστω ιησου Isa 53:5
25 ον προεθετο ο θεος ιλαστηριον δια [της] πιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων 2 Cor 5:19, Col 1:20, Heb 4:16, 1 John 4:10, Ex 25:17
26 εν τη ανοχη του θεου προς την ενδειξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω εις το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεως ιησου 
27 που ουν η καυχησις εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεως 
28 λογιζομεθα γαρ δικαιουσθαι πιστει ανθρωπον χωρις εργων νομου Acts 13:38, Rom 8:3, Gal 2:16, Heb 7:25
29 η ιουδαιων ο θεος μονον ουχι και εθνων ναι και εθνων 
30 ειπερ εις ο θεος ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως 
31 νομον ουν καταργουμεν δια της πιστεως μη γενοιτο αλλα νομον ιστανομεν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle