Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ουδεν αρα νυν κατακριμα τοις εν χριστω ιησου 
2 ο γαρ νομος του πνευματος της ζωης εν χριστω ιησου ηλευθερωσεν σε απο του νομου της αμαρτιας και του θανατου John 8:36, Rom 6:18, Rom 6:22, Gal 5:1
3 το γαρ αδυνατον του νομου εν ω ησθενει δια της σαρκος ο θεος τον εαυτου υιον πεμψας εν ομοιωματι σαρκος αμαρτιας και περι αμαρτιας κατεκρινεν την αμαρτιαν εν τη σαρκι Acts 13:39, Rom 3:28, Gal 2:16, Heb 7:18, 2 Cor 5:21, Gal 3:13
4 ινα το δικαιωμα του νομου πληρωθη εν ημιν τοις μη κατα σαρκα περιπατουσιν αλλα κατα πνευμα 
5 οι γαρ κατα σαρκα οντες τα της σαρκος φρονουσιν οι δε κατα πνευμα τα του πνευματος 1 Cor 2:14
6 το γαρ φρονημα της σαρκος θανατος το δε φρονημα του πνευματος ζωη και ειρηνη 
7 διοτι το φρονημα της σαρκος εχθρα εις θεον τω γαρ νομω του θεου ουχ υποτασσεται ουδε γαρ δυναται 
8 οι δε εν σαρκι οντες θεω αρεσαι ου δυνανται 
9 υμεις δε ουκ εστε εν σαρκι αλλα εν πνευματι ειπερ πνευμα θεου οικει εν υμιν ει δε τις πνευμα χριστου ουκ εχει ουτος ουκ εστιν αυτου 1 Cor 3:16
10 ει δε χριστος εν υμιν το μεν σωμα νεκρον δια αμαρτιαν το δε πνευμα ζωη δια δικαιοσυνην 
11 ει δε το πνευμα του εγειραντος τον ιησουν εκ νεκρων οικει εν υμιν ο εγειρας χριστον εκ νεκρων ζωοποιησει και τα θνητα σωματα υμων δια του ενοικουντος αυτου πνευματος εν υμιν Rom 6:4, 1 Cor 6:14, 2 Cor 4:14, Eph 2:5, Col 2:13
12 αρα ουν αδελφοι οφειλεται εσμεν ου τη σαρκι του κατα σαρκα ζην 
13 ει γαρ κατα σαρκα ζητε μελλετε αποθνησκειν ει δε πνευματι τας πραξεις του σωματος θανατουτε ζησεσθε 
14 οσοι γαρ πνευματι θεου αγονται ουτοι υιοι θεου εισιν Gal 5:18
15 ου γαρ ελαβετε πνευμα δουλειας παλιν εις φοβον αλλα ελαβετε πνευμα υιοθεσιας εν ω κραζομεν αββα ο πατηρ 1 Cor 2:12, 2 Tim 1:7, Isa 56:5, Gal 3:26, Gal 4:5
16 αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου 2 Cor 1:22, 2 Cor 5:5, Eph 1:13, Eph 4:30
17 ει δε τεκνα και κληρονομοι κληρονομοι μεν θεου συγκληρονομοι δε χριστου ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν 2 Tim 2:11
18 λογιζομαι γαρ οτι ουκ αξια τα παθηματα του νυν καιρου προς την μελλουσαν δοξαν αποκαλυφθηναι εις ημας Matt 5:12, 2 Cor 4:10, 2 Cor 4:17, Phil 3:20, 1 Pet 4:13, 1 John 3:1
19 η γαρ αποκαραδοκια της κτισεως την αποκαλυψιν των υιων του θεου απεκδεχεται 
20 τη γαρ ματαιοτητι η κτισις υπεταγη ουχ εκουσα αλλα δια τον υποταξαντα εφ ελπιδι 
21 οτι και αυτη η κτισις ελευθερωθησεται απο της δουλειας της φθορας εις την ελευθεριαν της δοξης των τεκνων του θεου 
22 οιδαμεν γαρ οτι πασα η κτισις συστεναζει και συνωδινει αχρι του νυν 
23 ου μονον δε αλλα και αυτοι την απαρχην του πνευματος εχοντες ημεις και αυτοι εν εαυτοις στεναζομεν υιοθεσιαν απεκδεχομενοι την απολυτρωσιν του σωματος ημων Luke 21:28
24 τη γαρ ελπιδι εσωθημεν ελπις δε βλεπομενη ουκ εστιν ελπις ο γαρ βλεπει τις ελπιζει 
25 ει δε ο ου βλεπομεν ελπιζομεν δι υπομονης απεκδεχομεθα 
26 ωσαυτως δε και το πνευμα συναντιλαμβανεται τη ασθενεια ημων το γαρ τι προσευξωμεθα καθο δει ουκ οιδαμεν αλλα αυτο το πνευμα υπερεντυγχανει στεναγμοις αλαλητοις Matt 20:22, Ja 4:3
27 ο δε εραυνων τας καρδιας οιδεν τι το φρονημα του πνευματος οτι κατα θεον εντυγχανει υπερ αγιων 
28 οιδαμεν δε οτι τοις αγαπωσιν τον θεον παντα συνεργει εις αγαθον τοις κατα προθεσιν κλητοις ουσιν 
29 οτι ους προεγνω και προωρισεν συμμορφους της εικονος του υιου αυτου εις το ειναι αυτον πρωτοτοκον εν πολλοις αδελφοις Col 1:18
30 ους δε προωρισεν τουτους και εκαλεσεν και ους εκαλεσεν τουτους και εδικαιωσεν ους δε εδικαιωσεν τουτους και εδοξασεν 
31 τι ουν ερουμεν προς ταυτα ει ο θεος υπερ ημων τις καθ ημων Num 14:8
32 ος γε του ιδιου υιου ουκ εφεισατο αλλα υπερ ημων παντων παρεδωκεν αυτον πως ουχι και συν αυτω τα παντα ημιν χαρισεται Gen 22:12, Isa 53:5, John 3:16
33 τις εγκαλεσει κατα εκλεκτων θεου θεος ο δικαιων Isa 50:8
34 τις ο κατακρινων χριστος [ιησους] ο αποθανων μαλλον δε εγερθεις ος και εστιν εν δεξια του θεου ος και εντυγχανει υπερ ημων Heb 7:25
35 τις ημας χωρισει απο της αγαπης του χριστου θλιψις η στενοχωρια η διωγμος η λιμος η γυμνοτης η κινδυνος η μαχαιρα 
36 καθως γεγραπται οτι ενεκεν σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ως προβατα σφαγης Psa 44:22, 1 Cor 4:9, 2 Cor 4:11
37 αλλ εν τουτοις πασιν υπερνικωμεν δια του αγαπησαντος ημας 
38 πεπεισμαι γαρ οτι ουτε θανατος ουτε ζωη ουτε αγγελοι ουτε αρχαι ουτε ενεστωτα ουτε μελλοντα ουτε δυναμεις 
39 ουτε υψωμα ουτε βαθος ουτε τις κτισις ετερα δυνησεται ημας χωρισαι απο της αγαπης του θεου της εν χριστω ιησου τω κυριω ημων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle