Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 αληθειαν λεγω εν χριστω ου ψευδομαι συμμαρτυρουσης μοι της συνειδησεως μου εν πνευματι αγιω Rom 1:9, 2 Cor 1:23, 2 Cor 11:31, Gal 1:20, Phil 1:8, 1 Thess 2:5, 1 Thess 5:27
2 οτι λυπη μοι εστιν μεγαλη και αδιαλειπτος οδυνη τη καρδια μου 
3 ηυχομην γαρ αναθεμα ειναι αυτος εγω απο του χριστου υπερ των αδελφων μου των συγγενων μου κατα σαρκα Ex 32:32, Rom 10:1
4 οιτινες εισιν ισραηλιται ων η υιοθεσια και η δοξα και αι διαθηκαι και η νομοθεσια και η λατρεια και αι επαγγελιαι Deut 7:6, Rom 2:17, Rom 3:2, Eph 2:12
5 ων οι πατερες και εξ ων ο χριστος το κατα σαρκα ο ων επι παντων θεος ευλογητος εις τους αιωνας αμην Jer 23:6, John 1:1, Acts 20:28, Rom 1:4, Heb 1:8
6 ουχ οιον δε οτι εκπεπτωκεν ο λογος του θεου ου γαρ παντες οι εξ ισραηλ ουτοι ισραηλ Num 23:19, Rom 3:3, 2 Tim 2:13, John 8:39, Rom 2:28
7 ουδ οτι εισιν σπερμα αβρααμ παντες τεκνα αλλ εν ισαακ κληθησεται σοι σπερμα Gal 4:23, Gen 21:12, Gal 3:29, Heb 11:18
8 τουτ εστιν ου τα τεκνα της σαρκος ταυτα τεκνα του θεου αλλα τα τεκνα της επαγγελιας λογιζεται εις σπερμα Gal 4:28
9 επαγγελιας γαρ ο λογος ουτος κατα τον καιρον τουτον ελευσομαι και εσται τη σαρρα υιος Gen 18:10
10 ου μονον δε αλλα και ρεβεκκα εξ ενος κοιτην εχουσα ισαακ του πατρος ημων Gen 25:21
11 μηπω γαρ γεννηθεντων μηδε πραξαντων τι αγαθον η φαυλον ινα η κατ εκλογην προθεσις του θεου μενη 
12 ουκ εξ εργων αλλ εκ του καλουντος ερρεθη αυτη οτι ο μειζων δουλευσει τω ελασσονι Gen 25:23
13 καθως γεγραπται τον ιακωβ ηγαπησα τον δε ησαυ εμισησα Mal 1:2
14 τι ουν ερουμεν μη αδικια παρα τω θεω μη γενοιτο Deut 32:4, 2 Chr 19:7, Job 34:10
15 τω μωυσει γαρ λεγει ελεησω ον αν ελεω και οικτιρησω ον αν οικτιρω Ex 33:19
16 αρα ουν ου του θελοντος ουδε του τρεχοντος αλλα του ελεωντος θεου 
17 λεγει γαρ η γραφη τω φαραω οτι εις αυτο τουτο εξηγειρα σε οπως ενδειξωμαι εν σοι την δυναμιν μου και οπως διαγγελη το ονομα μου εν παση τη γη Ex 9:16
18 αρα ουν ον θελει ελεει ον δε θελει σκληρυνει 
19 ερεις μοι ουν τι [ουν] ετι μεμφεται τω γαρ βουληματι αυτου τις ανθεστηκεν 
20 ω ανθρωπε μενουνγε συ τις ει ο ανταποκρινομενος τω θεω μη ερει το πλασμα τω πλασαντι τι με εποιησας ουτως Isa 45:9, Jer 18:6
21 η ουκ εχει εξουσιαν ο κεραμευς του πηλου εκ του αυτου φυραματος ποιησαι ο μεν εις τιμην σκευος ο δε εις ατιμιαν 2 Tim 2:20
22 ει δε θελων ο θεος ενδειξασθαι την οργην και γνωρισαι το δυνατον αυτου ηνεγκεν εν πολλη μακροθυμια σκευη οργης κατηρτισμενα εις απωλειαν 
23 και ινα γνωριση τον πλουτον της δοξης αυτου επι σκευη ελεους α προητοιμασεν εις δοξαν 
24 ους και εκαλεσεν ημας ου μονον εξ ιουδαιων αλλα και εξ εθνων 
25 ως και εν τω ωσηε λεγει καλεσω τον ου λαον μου λαον μου και την ουκ ηγαπημενην ηγαπημενην Hos 2:23
26 και εσται εν τω τοπω ου ερρεθη αυτοις ου λαος μου υμεις εκει κληθησονται υιοι θεου ζωντος Hos 1:10, 1 Pet 2:10
27 ησαιας δε κραζει υπερ του ισραηλ εαν η ο αριθμος των υιων ισραηλ ως η αμμος της θαλασσης το υπολειμμα σωθησεται Isa 10:22
28 λογον γαρ συντελων και συντεμνων ποιησει κυριος επι της γης 
29 και καθως προειρηκεν ησαιας ει μη κυριος σαβαωθ εγκατελιπεν ημιν σπερμα ως σοδομα αν εγενηθημεν και ως γομορρα αν ωμοιωθημεν Isa 1:9, Gen 19:24, Isa 13:19, Jer 50:40, Ezek 16:46
30 τι ουν ερουμεν οτι εθνη τα μη διωκοντα δικαιοσυνην κατελαβεν δικαιοσυνην δικαιοσυνην δε την εκ πιστεως 
31 ισραηλ δε διωκων νομον δικαιοσυνης εις νομον ουκ εφθασεν Rom 10:2, Rom 11:7
32 δια τι οτι ουκ εκ πιστεως αλλ ως εξ εργων προσεκοψαν τω λιθω του προσκομματος 
33 καθως γεγραπται ιδου τιθημι εν σιων λιθον προσκομματος και πετραν σκανδαλου και ο πιστευων επ αυτω ου καταισχυνθησεται Psa 118:22, Isa 8:14, Isa 28:16, Matt 21:42, 1 Pet 2:6, Psa 2:12, Prov 16:20, Isa 28:16, Jer 17:7


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle