Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ου θελω γαρ υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον Ex 13:21, Num 9:18, Deut 1:33, Neh 9:12, Neh 9:19, Psa 78:14, Psa 105:39, Ex 14:22, Josh 4:23, Psa 78:13
2 και παντες εις τον μωυσην εβαπτισθησαν εν τη νεφελη και εν τη θαλασση 
3 και παντες το αυτο πνευματικον βρωμα εφαγον Ex 16:15
4 και παντες το αυτο πνευματικον επιον πομα επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η πετρα δε ην ο χριστος Ex 17:6, Num 20:11, Psa 78:15
5 αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω Num 26:65
6 ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν Num 11:4, Num 11:33, Psa 106:14
7 μηδε ειδωλολατραι γινεσθε καθως τινες αυτων ωσπερ γεγραπται εκαθισεν ο λαος φαγειν και πειν και ανεστησαν παιζειν Ex 32:6
8 μηδε πορνευωμεν καθως τινες αυτων επορνευσαν και επεσαν μια ημερα εικοσι τρεις χιλιαδες Num 25:1, Num 25:9, Psa 106:29
9 μηδε εκπειραζωμεν τον χριστον καθως τινες αυτων επειρασαν και υπο των οφεων απωλλυντο Num 21:5, Psa 106:14
10 μηδε γογγυζετε καθαπερ τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου Ex 16:2, Ex 17:2, Num 14:36, Psa 106:25
11 ταυτα δε τυπικως συνεβαινεν εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντηκεν Rom 15:4, 1 Cor 9:10, Phil 4:5, Heb 10:25
12 ωστε ο δοκων εσταναι βλεπετω μη πεση 
13 πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υπενεγκειν 1 Cor 1:8, 1 Thess 5:24, 2 Pet 2:9
14 διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατριας 
15 ως φρονιμοις λεγω κρινατε υμεις ο φημι 
16 το ποτηριον της ευλογιας ο ευλογουμεν ουχι κοινωνια εστιν του αιματος του χριστου τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του χριστου εστιν 
17 οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου μετεχομεν Rom 12:5, 1 Cor 12:27
18 βλεπετε τον ισραηλ κατα σαρκα ουχ οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν 
19 τι ουν φημι οτι ειδωλοθυτον τι εστιν η οτι ειδωλον τι εστιν 1 Cor 8:4
20 αλλ οτι α θυουσιν δαιμονιοις και ου θεω [θυουσιν] ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι Lev 17:7, Deut 32:17
21 ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων 
22 η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν 
23 παντα εξεστιν αλλ ου παντα συμφερει παντα εξεστιν αλλ ου παντα οικοδομει 1 Cor 6:12
24 μηδεις το εαυτου ζητειτω αλλα το του ετερου 1 Cor 13:5, Phil 2:4
25 παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν 
26 του κυριου γαρ η γη και το πληρωμα αυτης Ex 19:5, Psa 24:1, Psa 50:12
27 ει τις καλει υμας των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν Luke 10:7, 1 Cor 8:7
28 εαν δε τις υμιν ειπη τουτο ιεροθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν 
29 συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινατι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως 
30 ει εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω Rom 14:6, 1 Tim 4:3
31 ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εις δοξαν θεου ποιειτε Col 3:17
32 απροσκοποι και ιουδαιοις γινεσθε και ελλησιν και τη εκκλησια του θεου Rom 14:13
33 καθως καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφορον αλλα το των πολλων ινα σωθωσιν 1 Cor 9:22


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle