Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων αγαπην δε μη εχω γεγονα χαλκος ηχων η κυμβαλον αλαλαζον 
2 και εαν εχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν και εαν εχω πασαν την πιστιν ωστε ορη μεθισταναι αγαπην δε μη εχω ουθεν ειμι Matt 7:22, Rom 12:7, Matt 17:20, Matt 21:21, Mark 11:23, Luke 17:6
3 καν ψωμισω παντα τα υπαρχοντα μου και εαν παραδω το σωμα μου ινα καυχησωμαι αγαπην δε μη εχω ουδεν ωφελουμαι 
4 η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι [η αγαπη] ου περπερευεται ου φυσιουται Prov 10:12, 1 Pet 4:8
5 ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον 1 Cor 10:24, Phil 2:4
6 ου χαιρει επι τη αδικια συγχαιρει δε τη αληθεια 2 John 1:4
7 παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει 
8 η αγαπη ουδεποτε πιπτει ειτε δε προφητειαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται 
9 εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν 
10 οταν δε ελθη το τελειον το εκ μερους καταργηθησεται 
11 οτε ημην νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην ως νηπιος οτε γεγονα ανηρ κατηργηκα τα του νηπιου 
12 βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι τοτε δε προσωπον προς προσωπον αρτι γινωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και επεγνωσθην 2 Cor 3:18
13 νυνι δε μενει πιστις ελπις αγαπη τα τρια ταυτα μειζων δε τουτων η αγαπη 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle