Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 περι δε της λογειας της εις τους αγιους ωσπερ διεταξα ταις εκκλησιαις της γαλατιας ουτως και υμεις ποιησατε 
2 κατα μιαν σαββατου εκαστος υμων παρ εαυτω τιθετω θησαυριζων ο τι εαν ευοδωται ινα μη οταν ελθω τοτε λογειαι γινωνται Acts 11:29, 2 Cor 8:4, 2 Cor 9:1
3 οταν δε παραγενωμαι ους εαν δοκιμασητε δι επιστολων τουτους πεμψω απενεγκειν την χαριν υμων εις ιερουσαλημ 
4 εαν δε αξιον η του καμε πορευεσθαι συν εμοι πορευσονται 
5 ελευσομαι δε προς υμας οταν μακεδονιαν διελθω μακεδονιαν γαρ διερχομαι 2 Cor 1:15
6 προς υμας δε τυχον παραμενω η και παραχειμασω ινα υμεις με προπεμψητε ου εαν πορευωμαι 
7 ου θελω γαρ υμας αρτι εν παροδω ιδειν ελπιζω γαρ χρονον τινα επιμειναι προς υμας εαν ο κυριος επιτρεψη 
8 επιμενω δε εν εφεσω εως της πεντηκοστης 
9 θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργης και αντικειμενοι πολλοι 
10 εαν δε ελθη τιμοθεος βλεπετε ινα αφοβως γενηται προς υμας το γαρ εργον κυριου εργαζεται ως καγω 
11 μη τις ουν αυτον εξουθενηση προπεμψατε δε αυτον εν ειρηνη ινα ελθη προς με εκδεχομαι γαρ αυτον μετα των αδελφων 
12 περι δε απολλω του αδελφου πολλα παρεκαλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων και παντως ουκ ην θελημα ινα νυν ελθη ελευσεται δε οταν ευκαιρηση 
13 γρηγορειτε στηκετε εν τη πιστει ανδριζεσθε κραταιουσθε 
14 παντα υμων εν αγαπη γινεσθω 
15 παρακαλω δε υμας αδελφοι οιδατε την οικιαν στεφανα οτι εστιν απαρχη της αχαιας και εις διακονιαν τοις αγιοις εταξαν εαυτους 
16 ινα και υμεις υποτασσησθε τοις τοιουτοις και παντι τω συνεργουντι και κοπιωντι 
17 χαιρω δε επι τη παρουσια στεφανα και φορτουνατου και αχαικου οτι το υμετερον υστερημα ουτοι ανεπληρωσαν 
18 ανεπαυσαν γαρ το εμον πνευμα και το υμων επιγινωσκετε ουν τους τοιουτους 
19 ασπαζονται υμας αι εκκλησιαι της ασιας ασπαζεται υμας εν κυριω πολλα ακυλας και πρισκα συν τη κατ οικον αυτων εκκλησια 
20 ασπαζονται υμας οι αδελφοι παντες ασπασασθε αλληλους εν φιληματι αγιω Rom 16:16, 2 Cor 13:12, 1 Thess 5:26, 1 Pet 5:14
21 ο ασπασμος τη εμη χειρι παυλου 
22 ει τις ου φιλει τον κυριον ητω αναθεμα μαρανα θα 
23 η χαρις του κυριου ιησου μεθ υμων 
24 η αγαπη μου μετα παντων υμων εν χριστω ιησου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle