Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 καγω ελθων προς υμας αδελφοι ηλθον ου καθ υπεροχην λογου η σοφιας καταγγελλων υμιν το μυστηριον του θεου 1 Cor 2:4, 1 Cor 1:17
2 ου γαρ εκρινα τι ειδεναι εν υμιν ει μη ιησουν χριστον και τουτον εσταυρωμενον 
3 καγω εν ασθενεια και εν φοβω και εν τρομω πολλω εγενομην προς υμας Acts 18:1, Acts 18:3, 2 Cor 10:10
4 και ο λογος μου και το κηρυγμα μου ουκ εν πειθοι[ς] σοφιας [λογοις] αλλ εν αποδειξει πνευματος και δυναμεως 1 Cor 2:1, 1 Cor 1:17, 2 Pet 1:16
5 ινα η πιστις υμων μη η εν σοφια ανθρωπων αλλ εν δυναμει θεου 2 Cor 4:7
6 σοφιαν δε λαλουμεν εν τοις τελειοις σοφιαν δε ου του αιωνος τουτου ουδε των αρχοντων του αιωνος τουτου των καταργουμενων Job 28:21, Ja 3:15, 1 Cor 15:24
7 αλλα λαλουμεν θεου σοφιαν εν μυστηριω την αποκεκρυμμενην ην προωρισεν ο θεος προ των αιωνων εις δοξαν ημων Rom 16:25, 1 Cor 4:1
8 ην ουδεις των αρχοντων του αιωνος τουτου εγνωκεν ει γαρ εγνωσαν ουκ αν τον κυριον της δοξης εσταυρωσαν Matt 11:25, John 7:48, Acts 13:27, 2 Cor 3:14, John 16:3, Acts 3:17, Acts 13:27, 1 Tim 1:13
9 αλλα καθως γεγραπται α οφθαλμος ουκ ειδεν και ους ουκ ηκουσεν και επι καρδιαν ανθρωπου ουκ ανεβη α ητοιμασεν ο θεος τοις αγαπωσιν αυτον Isa 64:4
10 ημιν δε απεκαλυψεν ο θεος δια του πνευματος το γαρ πνευμα παντα εραυνα και τα βαθη του θεου Matt 13:11, 2 Cor 3:18
11 τις γαρ οιδεν ανθρωπων τα του ανθρωπου ει μη το πνευμα του ανθρωπου το εν αυτω ουτως και τα του θεου ουδεις εγνωκεν ει μη το πνευμα του θεου Prov 27:19, Jer 17:9
12 ημεις δε ου το πνευμα του κοσμου ελαβομεν αλλα το πνευμα το εκ του θεου ινα ειδωμεν τα υπο του θεου χαρισθεντα ημιν Rom 8:15
13 α και λαλουμεν ουκ εν διδακτοις ανθρωπινης σοφιας λογοις αλλ εν διδακτοις πνευματος πνευματικοις πνευματικα συγκρινοντες 1 Cor 2:4, 1 Cor 1:17, 2 Pet 1:16
14 ψυχικος δε ανθρωπος ου δεχεται τα του πνευματος του θεου μωρια γαρ αυτω εστιν και ου δυναται γνωναι οτι πνευματικως ανακρινεται 
15 ο δε πνευματικος ανακρινει [τα] παντα αυτος δε υπ ουδενος ανακρινεται Prov 28:5
16 τις γαρ εγνω νουν κυριου ος συμβιβασει αυτον ημεις δε νουν χριστου εχομεν Isa 40:13, Rom 11:34


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle