Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ουτως ημας λογιζεσθω ανθρωπος ως υπηρετας χριστου και οικονομους μυστηριων θεου Matt 24:45, 2 Cor 6:4, Col 1:25, Tit 1:7
2 ωδε λοιπον ζητειται εν τοις οικονομοις ινα πιστος τις ευρεθη Luke 12:42
3 εμοι δε εις ελαχιστον εστιν ινα υφ υμων ανακριθω η υπο ανθρωπινης ημερας αλλ ουδε εμαυτον ανακρινω 
4 ουδεν γαρ εμαυτω συνοιδα αλλ ουκ εν τουτω δεδικαιωμαι ο δε ανακρινων με κυριος εστιν Ex 34:7, Job 9:2, Psa 143:2
5 ωστε μη προ καιρου τι κρινετε εως αν ελθη ο κυριος ος και φωτισει τα κρυπτα του σκοτους και φανερωσει τας βουλας των καρδιων και τοτε ο επαινος γενησεται εκαστω απο του θεου Matt 7:1, Rom 2:1, Dan 7:10, Rev 20:12
6 ταυτα δε αδελφοι μετεσχηματισα εις εμαυτον και απολλων δι υμας ινα εν ημιν μαθητε το μη υπερ α γεγραπται ινα μη εις υπερ του ενος φυσιουσθε κατα του ετερου Prov 3:7, Rom 12:3
7 τις γαρ σε διακρινει τι δε εχεις ο ουκ ελαβες ει δε και ελαβες τι καυχασαι ως μη λαβων John 3:27, Ja 1:17
8 ηδη κεκορεσμενοι εστε ηδη επλουτησατε χωρις ημων εβασιλευσατε και οφελον γε εβασιλευσατε ινα και ημεις υμιν συμβασιλευσωμεν 
9 δοκω γαρ ο θεος ημας τους αποστολους εσχατους απεδειξεν ως επιθανατιους οτι θεατρον εγενηθημεν τω κοσμω και αγγελοις και ανθρωποις Psa 44:22, Rom 8:36, 2 Cor 4:11, Heb 10:33
10 ημεις μωροι δια χριστον υμεις δε φρονιμοι εν χριστω ημεις ασθενεις υμεις δε ισχυροι υμεις ενδοξοι ημεις δε ατιμοι 1 Cor 2:3
11 αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνιτευομεν και κολαφιζομεθα και αστατουμεν Acts 23:2
12 και κοπιωμεν εργαζομενοι ταις ιδιαις χερσιν λοιδορουμενοι ευλογουμεν διωκομενοι ανεχομεθα Acts 18:3, Acts 20:34, 1 Thess 2:9, 2 Thess 3:8, Matt 5:44, Luke 6:28, Luke 23:34, Acts 7:60, Rom 12:14
13 δυσφημουμενοι παρακαλουμεν ως περικαθαρματα του κοσμου εγενηθημεν παντων περιψημα εως αρτι 
14 ουκ εντρεπων υμας γραφω ταυτα αλλ ως τεκνα μου αγαπητα νουθετω[ν] 1 Thess 2:11
15 εαν γαρ μυριους παιδαγωγους εχητε εν χριστω αλλ ου πολλους πατερας εν γαρ χριστω ιησου δια του ευαγγελιου εγω υμας εγεννησα Acts 18:11, Gal 4:19, Philem 1:10, Ja 1:18
16 παρακαλω ουν υμας μιμηται μου γινεσθε 1 Cor 11:1, Phil 3:17, 1 Thess 1:6, 2 Thess 3:9
17 δια τουτο επεμψα υμιν τιμοθεον ος εστιν μου τεκνον αγαπητον και πιστον εν κυριω ος υμας αναμνησει τας οδους μου τας εν χριστω [ιησου] καθως πανταχου εν παση εκκλησια διδασκω 
18 ως μη ερχομενου δε μου προς υμας εφυσιωθησαν τινες 
19 ελευσομαι δε ταχεως προς υμας εαν ο κυριος θεληση και γνωσομαι ου τον λογον των πεφυσιωμενων αλλα την δυναμιν Acts 18:21, Heb 6:3, Ja 4:15
20 ου γαρ εν λογω η βασιλεια του θεου αλλ εν δυναμει 1 Cor 2:4, 1 Thess 1:5, 2 Pet 1:16
21 τι θελετε εν ραβδω ελθω προς υμας η εν αγαπη πνευματι τε πραυτητος 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle