Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ολως ακουεται εν υμιν πορνεια και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν ωστε γυναικα τινα του πατρος εχειν Lev 18:8, Deut 27:20
2 και υμεις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα αρθη εκ μεσου υμων ο το εργον τουτο πραξας 
3 εγω μεν γαρ απων τω σωματι παρων δε τω πνευματι ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον Col 2:5
4 εν τω ονοματι του κυριου [ημων] ιησου συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του κυριου ημων ιησου 
5 παραδουναι τον τοιουτον τω σατανα εις ολεθρον της σαρκος ινα το πνευμα σωθη εν τη ημερα του κυριου 1 Tim 1:20
6 ου καλον το καυχημα υμων ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι Gal 5:9
7 εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι και γαρ το πασχα ημων ετυθη χριστος Isa 53:7, John 1:29, 1 Cor 15:3
8 ωστε εορταζωμεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ειλικρινειας και αληθειας Ex 12:3, Ex 12:15, Deut 16:3
9 εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις Deut 7:2, Matt 18:17, 2 Cor 6:14, Eph 5:11, 2 Thess 3:14
10 ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις και αρπαξιν η ειδωλολατραις επει ωφειλετε αρα εκ του κοσμου εξελθειν 
11 νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν Num 12:14, Matt 18:17, 2 Thess 3:14, 2 John 1:10
12 τι γαρ μοι τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε 
13 τους δε εξω ο θεος κρινει εξαρατε τον πονηρον εξ υμων αυτων Deut 13:5


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle