Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 περι δε των ειδωλοθυτων οιδαμεν οτι παντες γνωσιν εχομεν η γνωσις φυσιοι η δε αγαπη οικοδομει 
2 ει τις δοκει εγνωκεναι τι ουπω εγνω καθως δει γνωναι 
3 ει δε τις αγαπα τον θεον ουτος εγνωσται υπ αυτου 
4 περι της βρωσεως ουν των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω και οτι ουδεις θεος ει μη εις Rom 14:14, 1 Cor 10:19, Deut 4:39, Eph 4:6
5 και γαρ ειπερ εισιν λεγομενοι θεοι ειτε εν ουρανω ειτε επι γης ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι 
6 αλλ ημιν εις θεος ο πατηρ εξ ου τα παντα και ημεις εις αυτον και εις κυριος ιησους χριστος δι ου τα παντα και ημεις δι αυτου Mal 2:10, Eph 4:6, Rom 11:36, John 13:13, 1 Cor 12:3, Phil 2:11
7 αλλ ουκ εν πασιν η γνωσις τινες δε τη συνηθεια εως αρτι του ειδωλου ως ειδωλοθυτον εσθιουσιν και η συνειδησις αυτων ασθενης ουσα μολυνεται 1 Cor 10:28
8 βρωμα δε ημας ου παραστησει τω θεω ουτε εαν μη φαγωμεν υστερουμεθα ουτε εαν φαγωμεν περισσευομεν Rom 14:17
9 βλεπετε δε μη πως η εξουσια υμων αυτη προσκομμα γενηται τοις ασθενεσιν Gal 5:13
10 εαν γαρ τις ιδη σε τον εχοντα γνωσιν εν ειδωλειω κατακειμενον ουχι η συνειδησις αυτου ασθενους οντος οικοδομηθησεται εις το τα ειδωλοθυτα εσθιειν 
11 απολλυται γαρ ο ασθενων εν τη ση γνωσει ο αδελφος δι ον χριστος απεθανεν Rom 14:15
12 ουτως δε αμαρτανοντες εις τους αδελφους και τυπτοντες αυτων την συνειδησιν ασθενουσαν εις χριστον αμαρτανετε 
13 διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου ου μη φαγω κρεα εις τον αιωνα ινα μη τον αδελφον μου σκανδαλισω Rom 14:21, 2 Cor 11:29


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle