Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ουκ ειμι ελευθερος ουκ ειμι αποστολος ουχι ιησουν τον κυριον ημων εωρακα ου το εργον μου υμεις εστε εν κυριω Acts 9:3, Acts 9:17, Acts 22:14, Acts 22:18, Acts 23:11, 1 Cor 15:8, 2 Cor 12:2, 1 Cor 4:15
2 ει αλλοις ουκ ειμι αποστολος αλλα γε υμιν ειμι η γαρ σφραγις μου της αποστολης υμεις εστε εν κυριω 
3 η εμη απολογια τοις εμε ανακρινουσιν εστιν αυτη 
4 μη ουκ εχομεν εξουσιαν φαγειν και πειν 1 Cor 9:14, 1 Thess 2:6, 2 Thess 3:9
5 μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν ως και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφας Matt 8:14
6 η μονος εγω και βαρναβας ουκ εχομεν εξουσιαν μη εργαζεσθαι 
7 τις στρατευεται ιδιοις οψωνιοις ποτε τις φυτευει αμπελωνα και τον καρπον αυτου ουκ εσθιει η τις ποιμαινει ποιμνην και εκ του γαλακτος της ποιμνης ουκ εσθιει 2 Cor 10:4, 1 Cor 3:6, John 21:15, 1 Pet 5:2
8 μη κατα ανθρωπον ταυτα λαλω η και ο νομος ταυτα ου λεγει 
9 εν γαρ τω μωυσεως νομω γεγραπται ου κημωσεις βουν αλοωντα μη των βοων μελει τω θεω Deut 25:4, 1 Tim 5:18
10 η δι ημας παντως λεγει δι ημας γαρ εγραφη οτι οφειλει επ ελπιδι ο αροτριων αροτριαν και ο αλοων επ ελπιδι του μετεχειν 
11 ει ημεις υμιν τα πνευματικα εσπειραμεν μεγα ει ημεις υμων τα σαρκικα θερισομεν Rom 15:27, Gal 6:6
12 ει αλλοι της υμων εξουσιας μετεχουσιν ου μαλλον ημεις αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη τινα εγκοπην δωμεν τω ευαγγελιω του χριστου Acts 20:33, 2 Cor 11:9, 2 Cor 12:13
13 ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι [τα] εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω παρεδρευοντες τω θυσιαστηριω συμμεριζονται Deut 18:1
14 ουτως και ο κυριος διεταξεν τοις το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην Lev 19:13, Deut 24:14, Deut 25:4, Matt 10:10, Luke 10:7, 1 Tim 5:18
15 εγω δε ου κεχρημαι ουδενι τουτων ουκ εγραψα δε ταυτα ινα ουτως γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ουδεις κενωσει 
16 εαν γαρ ευαγγελιζωμαι ουκ εστιν μοι καυχημα αναγκη γαρ μοι επικειται ουαι γαρ μοι εστιν εαν μη ευαγγελισωμαι Rom 1:14
17 ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι 
18 τις ουν μου εστιν ο μισθος ινα ευαγγελιζομενος αδαπανον θησω το ευαγγελιον εις το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω 
19 ελευθερος γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα ινα τους πλειονας κερδησω 
20 και εγενομην τοις ιουδαιοις ως ιουδαιος ινα ιουδαιους κερδησω τοις υπο νομον ως υπο νομον μη ων αυτος υπο νομον ινα τους υπο νομον κερδησω Acts 16:3, Acts 18:18, Acts 21:23
21 τοις ανομοις ως ανομος μη ων ανομος θεου αλλ εννομος χριστου ινα κερδανω τους ανομους Gal 2:3
22 εγενομην τοις ασθενεσιν ασθενης ινα τους ασθενεις κερδησω τοις πασιν γεγονα παντα ινα παντως τινας σωσω Rom 15:1, 1 Cor 10:33, Gal 6:1
23 παντα δε ποιω δια το ευαγγελιον ινα συγκοινωνος αυτου γενωμαι 
24 ουκ οιδατε οτι οι εν σταδιω τρεχοντες παντες μεν τρεχουσιν εις δε λαμβανει το βραβειον ουτως τρεχετε ινα καταλαβητε Gal 2:2, Gal 5:7, Phil 2:16, 2 Tim 4:7, Heb 6:18
25 πας δε ο αγωνιζομενος παντα εγκρατευεται εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημεις δε αφθαρτον 2 Tim 2:4, 2 Tim 4:8, 1 Pet 1:4, 1 Pet 5:4
26 εγω τοινυν ουτως τρεχω ως ουκ αδηλως ουτως πυκτευω ως ουκ αερα δερων 
27 αλλα υπωπιαζω μου το σωμα και δουλαγωγω μη πως αλλοις κηρυξας αυτος αδοκιμος γενωμαι 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle