Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 οφελον ανειχεσθε μου μικρον τι αφροσυνης αλλα και ανεχεσθε μου 
2 ζηλω γαρ υμας θεου ζηλω ηρμοσαμην γαρ υμας ενι ανδρι παρθενον αγνην παραστησαι τω χριστω Lev 21:13
3 φοβουμαι δε μη πως ως ο οφις εξηπατησεν ευαν εν τη πανουργια αυτου φθαρη τα νοηματα υμων απο της απλοτητος [και της αγνοτητος] της εις τον χριστον Gen 3:4, John 8:44
4 ει μεν γαρ ο ερχομενος αλλον ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε η ευαγγελιον ετερον ο ουκ εδεξασθε καλως ανεχεσθε Gal 1:8
5 λογιζομαι γαρ μηδεν υστερηκεναι των υπερλιαν αποστολων 
6 ει δε και ιδιωτης τω λογω αλλ ου τη γνωσει αλλ εν παντι φανερωσαντες εν πασιν εις υμας 
7 η αμαρτιαν εποιησα εμαυτον ταπεινων ινα υμεις υψωθητε οτι δωρεαν το του θεου ευαγγελιον ευηγγελισαμην υμιν 1 Cor 9:12
8 αλλας εκκλησιας εσυλησα λαβων οψωνιον προς την υμων διακονιαν 
9 και παρων προς υμας και υστερηθεις ου κατεναρκησα ουθενος το γαρ υστερημα μου προσανεπληρωσαν οι αδελφοι ελθοντες απο μακεδονιας και εν παντι αβαρη εμαυτον υμιν ετηρησα και τηρησω Acts 20:33, 2 Cor 12:13, 1 Thess 2:9, 2 Thess 3:8, Phil 4:15
10 εστιν αληθεια χριστου εν εμοι οτι η καυχησις αυτη ου φραγησεται εις εμε εν τοις κλιμασιν της αχαιας 
11 δια τι οτι ουκ αγαπω υμας ο θεος οιδεν 
12 ο δε ποιω και ποιησω ινα εκκοψω την αφορμην των θελοντων αφορμην ινα εν ω καυχωνται ευρεθωσιν καθως και ημεις 
13 οι γαρ τοιουτοι ψευδαποστολοι εργαται δολιοι μετασχηματιζομενοι εις αποστολους χριστου 
14 και ου θαυμα αυτος γαρ ο σατανας μετασχηματιζεται εις αγγελον φωτος 
15 ου μεγα ουν ει και οι διακονοι αυτου μετασχηματιζονται ως διακονοι δικαιοσυνης ων το τελος εσται κατα τα εργα αυτων 
16 παλιν λεγω μη τις με δοξη αφρονα ειναι ει δε μη γε καν ως αφρονα δεξασθε με ινα καγω μικρον τι καυχησωμαι 
17 ο λαλω ου κατα κυριον λαλω αλλ ως εν αφροσυνη εν ταυτη τη υποστασει της καυχησεως 
18 επει πολλοι καυχωνται κατα σαρκα καγω καυχησομαι 2 Cor 10:13, 2 Cor 12:5
19 ηδεως γαρ ανεχεσθε των αφρονων φρονιμοι οντες 
20 ανεχεσθε γαρ ει τις υμας καταδουλοι ει τις κατεσθιει ει τις λαμβανει ει τις επαιρεται ει τις εις προσωπον υμας δερει 
21 κατα ατιμιαν λεγω ως οτι ημεις ησθενηκαμεν εν ω δ αν τις τολμα εν αφροσυνη λεγω τολμω καγω Phil 3:4
22 εβραιοι εισιν καγω ισραηλιται εισιν καγω σπερμα αβρααμ εισιν καγω Acts 22:3
23 διακονοι χριστου εισιν παραφρονων λαλω υπερ εγω εν κοποις περισσοτερως εν φυλακαις περισσοτερως εν πληγαις υπερβαλλοντως εν θανατοις πολλακις 1 Cor 15:10, Acts 9:16, Acts 21:11, 2 Cor 6:4
24 υπο ιουδαιων πεντακις τεσσερακοντα παρα μιαν ελαβον Deut 25:3
25 τρις εραβδισθην απαξ ελιθασθην τρις εναυαγησα νυχθημερον εν τω βυθω πεποιηκα Acts 16:22, Acts 14:19, Acts 27:9, Acts 27:41
26 οδοιποριαις πολλακις κινδυνοις ποταμων κινδυνοις ληστων κινδυνοις εκ γενους κινδυνοις εξ εθνων κινδυνοις εν πολει κινδυνοις εν ερημια κινδυνοις εν θαλασση κινδυνοις εν ψευδαδελφοις 
27 κοπω και μοχθω εν αγρυπνιαις πολλακις εν λιμω και διψει εν νηστειαις πολλακις εν ψυχει και γυμνοτητι 
28 χωρις των παρεκτος η επιστασις μοι η καθ ημεραν η μεριμνα πασων των εκκλησιων Acts 20:18
29 τις ασθενει και ουκ ασθενω τις σκανδαλιζεται και ουκ εγω πυρουμαι 1 Cor 8:13
30 ει καυχασθαι δει τα της ασθενειας μου καυχησομαι 
31 ο θεος και πατηρ του κυριου ιησου οιδεν ο ων ευλογητος εις τους αιωνας οτι ου ψευδομαι Rom 1:9, Rom 9:1, 2 Cor 1:23, Gal 1:20, Phil 1:8, 1 Thess 2:5
32 εν δαμασκω ο εθναρχης αρετα του βασιλεως εφρουρει την πολιν δαμασκηνων πιασαι με Acts 9:24
33 και δια θυριδος εν σαργανη εχαλασθην δια του τειχους και εξεφυγον τας χειρας αυτου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle