Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα Num 35:30, Deut 17:6, Deut 19:5, Matt 18:16, John 8:17, Heb 10:28
2 προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι 
3 επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν 
4 και γαρ εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ ημεις ασθενουμεν εν αυτω αλλα ζησομεν συν αυτω εκ δυναμεως θεου εις υμας 
5 εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν ει μητι αδοκιμοι εστε 1 Cor 11:28
6 ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι 
7 ευχομεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν 
8 ου γαρ δυναμεθα τι κατα της αληθειας αλλα υπερ της αληθειας 
9 χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο και ευχομεθα την υμων καταρτισιν 
10 δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην ο κυριος εδωκεν μοι εις οικοδομην και ουκ εις καθαιρεσιν 2 Cor 10:8
11 λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων Rom 12:16, Rom 15:5, 1 Cor 1:10, Phil 2:2, 1 Pet 3:8, Rom 12:18, Heb 12:14
12 ασπασασθε αλληλους εν αγιω φιληματι ασπαζονται υμας οι αγιοι παντες Rom 16:16, 1 Cor 16:20, 1 Thess 5:26, 1 Pet 5:14
13 η χαρις του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle