Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εκρινα γαρ εμαυτω τουτο το μη παλιν εν λυπη προς υμας ελθειν 
2 ει γαρ εγω λυπω υμας και τις ο ευφραινων με ει μη ο λυπουμενος εξ εμου 
3 και εγραψα τουτο αυτο ινα μη ελθων λυπην σχω αφ ων εδει με χαιρειν πεποιθως επι παντας υμας οτι η εμη χαρα παντων υμων εστιν 2 Cor 8:22, Gal 5:10
4 εκ γαρ πολλης θλιψεως και συνοχης καρδιας εγραψα υμιν δια πολλων δακρυων ουχ ινα λυπηθητε αλλα την αγαπην ινα γνωτε ην εχω περισσοτερως εις υμας 
5 ει δε τις λελυπηκεν ουκ εμε λελυπηκεν αλλα απο μερους ινα μη επιβαρω παντας υμας 
6 ικανον τω τοιουτω η επιτιμια αυτη η υπο των πλειονων 1 Cor 5:3
7 ωστε τουναντιον μαλλον υμας χαρισασθαι και παρακαλεσαι μη πως τη περισσοτερα λυπη καταποθη ο τοιουτος 
8 διο παρακαλω υμας κυρωσαι εις αυτον αγαπην 
9 εις τουτο γαρ και εγραψα ινα γνω την δοκιμην υμων ει εις παντα υπηκοοι εστε 
10 ω δε τι χαριζεσθε καγω και γαρ εγω ο κεχαρισμαι ει τι κεχαρισμαι δι υμας εν προσωπω χριστου 
11 ινα μη πλεονεκτηθωμεν υπο του σατανα ου γαρ αυτου τα νοηματα αγνοουμεν 
12 ελθων δε εις την τρωαδα εις το ευαγγελιον του χριστου και θυρας μοι ανεωγμενης εν κυριω Acts 16:8
13 ουκ εσχηκα ανεσιν τω πνευματι μου τω μη ευρειν με τιτον τον αδελφον μου αλλα αποταξαμενος αυτοις εξηλθον εις μακεδονιαν 
14 τω δε θεω χαρις τω παντοτε θριαμβευοντι ημας εν τω χριστω και την οσμην της γνωσεως αυτου φανερουντι δι ημων εν παντι τοπω Col 1:27
15 οτι χριστου ευωδια εσμεν τω θεω εν τοις σωζομενοις και εν τοις απολλυμενοις 
16 οις μεν οσμη εκ θανατου εις θανατον οις δε οσμη εκ ζωης εις ζωην και προς ταυτα τις ικανος Luke 2:34
17 ου γαρ εσμεν ως οι πολλοι καπηλευοντες τον λογον του θεου αλλ ως εξ ειλικρινειας αλλ ως εκ θεου κατεναντι θεου εν χριστω λαλουμεν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle