Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 αρχομεθα παλιν εαυτους συνιστανειν η μη χρηζομεν ως τινες συστατικων επιστολων προς υμας η εξ υμων 2 Cor 5:12, 2 Cor 10:8
2 η επιστολη ημων υμεις εστε εγγεγραμμενη εν ταις καρδιαις ημων γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων 
3 φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθεισα υφ ημων εγγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντος ουκ εν πλαξιν λιθιναις αλλ εν πλαξιν καρδιαις σαρκιναις Ex 24:12, Ex 34:1, Jer 31:33, Ezek 11:19, Ezek 36:26, Heb 8:10
4 πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προς τον θεον 
5 ουχ οτι αφ εαυτων ικανοι εσμεν λογισασθαι τι ως εξ εαυτων αλλ η ικανοτης ημων εκ του θεου Phil 2:13
6 ος και ικανωσεν ημας διακονους καινης διαθηκης ου γραμματος αλλα πνευματος το γαρ γραμμα αποκτεννει το δε πνευμα ζωοποιει 2 Cor 5:18, Heb 8:6, Heb 8:8
7 ει δε η διακονια του θανατου εν γραμμασιν εντετυπωμενη λιθοις εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισαι τους υιους ισραηλ εις το προσωπον μωυσεως δια την δοξαν του προσωπου αυτου την καταργουμενην Ex 24:12, Ex 34:1, Deut 10:2, Ex 34:30
8 πως ουχι μαλλον η διακονια του πνευματος εσται εν δοξη 
9 ει γαρ τη διακονια της κατακρισεως δοξα πολλω μαλλον περισσευει η διακονια της δικαιοσυνης δοξη 
10 και γαρ ου δεδοξασται το δεδοξασμενον εν τουτω τω μερει εινεκεν της υπερβαλλουσης δοξης 
11 ει γαρ το καταργουμενον δια δοξης πολλω μαλλον το μενον εν δοξη 
12 εχοντες ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα 
13 και ου καθαπερ μωυσης ετιθει καλυμμα επι το προσωπον αυτου προς το μη ατενισαι τους υιους ισραηλ εις το τελος του καταργουμενου Ex 34:35, Rom 10:4
14 αλλα επωρωθη τα νοηματα αυτων αχρι γαρ της σημερον ημερας το αυτο καλυμμα επι τη αναγνωσει της παλαιας διαθηκης μενει μη ανακαλυπτομενον οτι εν χριστω καταργειται Isa 6:10, Ezek 12:2, Matt 13:11, Acts 28:26, Rom 11:8
15 αλλ εως σημερον ηνικα αν αναγινωσκηται μωυσης καλυμμα επι την καρδιαν αυτων κειται 
16 ηνικα δε εαν επιστρεψη προς κυριον περιαιρειται το καλυμμα Matt 13:11, Rom 11:23, 1 Cor 2:10
17 ο δε κυριος το πνευμα εστιν ου δε το πνευμα κυριου ελευθερια John 4:24
18 ημεις δε παντες ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξης εις δοξαν καθαπερ απο κυριου πνευματος 1 Cor 13:12, 2 Cor 5:7


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle