Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 δια τουτο εχοντες την διακονιαν ταυτην καθως ηλεηθημεν ουκ εγκακουμεν 
2 αλλα απειπαμεθα τα κρυπτα της αισχυνης μη περιπατουντες εν πανουργια μηδε δολουντες τον λογον του θεου αλλα τη φανερωσει της αληθειας συνιστανοντες εαυτους προς πασαν συνειδησιν ανθρωπων ενωπιον του θεου 2 Cor 2:17, 2 Cor 6:4
3 ει δε και εστιν κεκαλυμμενον το ευαγγελιον ημων εν τοις απολλυμενοις εστιν κεκαλυμμενον 2 Cor 2:15, 2 Thess 2:10
4 εν οις ο θεος του αιωνος τουτου ετυφλωσεν τα νοηματα των απιστων εις το μη αυγασαι τον φωτισμον του ευαγγελιου της δοξης του χριστου ος εστιν εικων του θεου Isa 6:10, John 12:40, John 14:9, Phil 2:6, Col 1:15, Heb 1:3
5 ου γαρ εαυτους κηρυσσομεν αλλα ιησουν χριστον κυριον εαυτους δε δουλους υμων δια ιησουν 
6 οτι ο θεος ο ειπων εκ σκοτους φως λαμψει ος ελαμψεν εν ταις καρδιαις ημων προς φωτισμον της γνωσεως της δοξης του θεου εν προσωπω [ιησου] χριστου Gen 1:3, 2 Pet 1:19
7 εχομεν δε τον θησαυρον τουτον εν οστρακινοις σκευεσιν ινα η υπερβολη της δυναμεως η του θεου και μη εξ ημων 2 Cor 5:1, 1 Cor 2:5
8 εν παντι θλιβομενοι αλλ ου στενοχωρουμενοι απορουμενοι αλλ ουκ εξαπορουμενοι 
9 διωκομενοι αλλ ουκ εγκαταλειπομενοι καταβαλλομενοι αλλ ουκ απολλυμενοι 
10 παντοτε την νεκρωσιν του ιησου εν τω σωματι περιφεροντες ινα και η ζωη του ιησου εν τω σωματι ημων φανερωθη Rom 8:17, Gal 6:17, Phil 3:10, 2 Tim 2:11, 1 Pet 4:13
11 αει γαρ ημεις οι ζωντες εις θανατον παραδιδομεθα δια ιησουν ινα και η ζωη του ιησου φανερωθη εν τη θνητη σαρκι ημων Psa 44:22, Matt 5:11, Rom 8:36, 1 Cor 4:9, 1 Cor 15:49, Col 3:4
12 ωστε ο θανατος εν ημιν ενεργειται η δε ζωη εν υμιν 
13 εχοντες δε το αυτο πνευμα της πιστεως κατα το γεγραμμενον επιστευσα διο ελαλησα και ημεις πιστευομεν διο και λαλουμεν Psa 116:10
14 ειδοτες οτι ο εγειρας τον κυριον ιησουν και ημας συν ιησου εγερει και παραστησει συν υμιν Rom 8:11, 1 Cor 6:14
15 τα γαρ παντα δι υμας ινα η χαρις πλεονασασα δια των πλειονων την ευχαριστιαν περισσευση εις την δοξαν του θεου 2 Cor 1:11
16 διο ουκ εγκακουμεν αλλ ει και ο εξω ημων ανθρωπος διαφθειρεται αλλ ο εσω ημων ανακαινουται ημερα και ημερα 
17 το γαρ παραυτικα ελαφρον της θλιψεως ημων καθ υπερβολην εις υπερβολην αιωνιον βαρος δοξης κατεργαζεται ημιν Psa 30:5, Matt 5:12, Rom 8:18, 1 John 3:2
18 μη σκοπουντων ημων τα βλεπομενα αλλα τα μη βλεπομενα τα γαρ βλεπομενα προσκαιρα τα δε μη βλεπομενα αιωνια 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle