Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 οιδαμεν γαρ οτι εαν η επιγειος ημων οικια του σκηνους καταλυθη οικοδομην εκ θεου εχομεν οικιαν αχειροποιητον αιωνιον εν τοις ουρανοις 2 Cor 4:7
2 και γαρ εν τουτω στεναζομεν το οικητηριον ημων το εξ ουρανου επενδυσασθαι επιποθουντες Rom 8:23
3 ει γε και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα Rev 3:18, Rev 16:15
4 και γαρ οι οντες εν τω σκηνει στεναζομεν βαρουμενοι εφ ω ου θελομεν εκδυσασθαι αλλ επενδυσασθαι ινα καταποθη το θνητον υπο της ζωης Rom 8:11, 1 Cor 15:53
5 ο δε κατεργασαμενος ημας εις αυτο τουτο θεος ο δους ημιν τον αρραβωνα του πνευματος Rom 8:16, 2 Cor 1:22, Eph 1:13, Eph 4:30
6 θαρρουντες ουν παντοτε και ειδοτες οτι ενδημουντες εν τω σωματι εκδημουμεν απο του κυριου 
7 δια πιστεως γαρ περιπατουμεν ου δια ειδους 1 Cor 13:12, 2 Cor 3:18
8 θαρρουμεν δε και ευδοκουμεν μαλλον εκδημησαι εκ του σωματος και ενδημησαι προς τον κυριον 
9 διο και φιλοτιμουμεθα ειτε ενδημουντες ειτε εκδημουντες ευαρεστοι αυτω ειναι 
10 τους γαρ παντας ημας φανερωθηναι δει εμπροσθεν του βηματος του χριστου ινα κομισηται εκαστος τα δια του σωματος προς α επραξεν ειτε αγαθον ειτε φαυλον Matt 25:32, Rom 14:10, Psa 62:12, Jer 17:10, Jer 32:19, Matt 16:27, Rom 2:6, Rom 14:12, 1 Cor 3:8, Gal 6:5, Rev 2:23, Rev 22:12
11 ειδοτες ουν τον φοβον του κυριου ανθρωπους πειθομεν θεω δε πεφανερωμεθα ελπιζω δε και εν ταις συνειδησεσιν υμων πεφανερωσθαι 
12 ου παλιν εαυτους συνιστανομεν υμιν αλλα αφορμην διδοντες υμιν καυχηματος υπερ ημων ινα εχητε προς τους εν προσωπω καυχωμενους και μη εν καρδια 2 Cor 3:1, 2 Cor 10:8
13 ειτε γαρ εξεστημεν θεω ειτε σωφρονουμεν υμιν 
14 η γαρ αγαπη του χριστου συνεχει ημας κριναντας τουτο οτι εις υπερ παντων απεθανεν αρα οι παντες απεθανον 
15 και υπερ παντων απεθανεν ινα οι ζωντες μηκετι εαυτοις ζωσιν αλλα τω υπερ αυτων αποθανοντι και εγερθεντι Rom 14:7, Gal 2:20, 1 Thess 5:10, 1 Pet 4:2
16 ωστε ημεις απο του νυν ουδενα οιδαμεν κατα σαρκα ει και εγνωκαμεν κατα σαρκα χριστον αλλα νυν ουκετι γινωσκομεν Matt 12:50, John 15:14, Gal 5:6, Gal 6:15, Col 3:11
17 ωστε ει τις εν χριστω καινη κτισις τα αρχαια παρηλθεν ιδου γεγονεν καινα Isa 43:18, Rev 21:5
18 τα δε παντα εκ του θεου του καταλλαξαντος ημας εαυτω δια χριστου και δοντος ημιν την διακονιαν της καταλλαγης Col 1:20, 1 John 2:2, 1 John 4:10
19 ως οτι θεος ην εν χριστω κοσμον καταλλασσων εαυτω μη λογιζομενος αυτοις τα παραπτωματα αυτων και θεμενος εν ημιν τον λογον της καταλλαγης Rom 3:24, Col 1:20
20 υπερ χριστου ουν πρεσβευομεν ως του θεου παρακαλουντος δι ημων δεομεθα υπερ χριστου καταλλαγητε τω θεω 2 Cor 3:6
21 τον μη γνοντα αμαρτιαν υπερ ημων αμαρτιαν εποιησεν ινα ημεις γενωμεθα δικαιοσυνη θεου εν αυτω Isa 53:9, 1 Pet 2:22, 1 John 3:5, Isa 53:12, Rom 8:3, Gal 3:13


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle