Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος αποστολος ουκ απ ανθρωπων ουδε δι ανθρωπου αλλα δια ιησου χριστου και θεου πατρος του εγειραντος αυτον εκ νεκρων Tit 1:4
2 και οι συν εμοι παντες αδελφοι ταις εκκλησιαις της γαλατιας 
3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου Rom 1:7, 1 Cor 1:3, Eph 1:2, 1 Pet 1:2
4 του δοντος εαυτον υπερ των αμαρτιων ημων οπως εξεληται ημας εκ του αιωνος του ενεστωτος πονηρου κατα το θελημα του θεου και πατρος ημων Matt 20:28, Gal 2:20, Eph 5:2, Tit 2:14, Heb 9:14
5 ω η δοξα εις τους αιωνας των αιωνων αμην 
6 θαυμαζω οτι ουτως ταχεως μετατιθεσθε απο του καλεσαντος υμας εν χαριτι [χριστου] εις ετερον ευαγγελιον 
7 ο ουκ εστιν αλλο ει μη τινες εισιν οι ταρασσοντες υμας και θελοντες μεταστρεψαι το ευαγγελιον του χριστου Acts 15:1
8 αλλα και εαν ημεις η αγγελος εξ ουρανου ευαγγελιζηται [υμιν] παρ ο ευηγγελισαμεθα υμιν αναθεμα εστω 2 Cor 11:4
9 ως προειρηκαμεν και αρτι παλιν λεγω ει τις υμας ευαγγελιζεται παρ ο παρελαβετε αναθεμα εστω 
10 αρτι γαρ ανθρωπους πειθω η τον θεον η ζητω ανθρωποις αρεσκειν ει ετι ανθρωποις ηρεσκον χριστου δουλος ουκ αν ημην 1 Thess 2:4, Ja 4:4
11 γνωριζω γαρ υμιν αδελφοι το ευαγγελιον το ευαγγελισθεν υπ εμου οτι ουκ εστιν κατα ανθρωπον 1 Cor 15:1
12 ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουτε εδιδαχθην αλλα δι αποκαλυψεως ιησου χριστου Eph 3:3
13 ηκουσατε γαρ την εμην αναστροφην ποτε εν τω ιουδαισμω οτι καθ υπερβολην εδιωκον την εκκλησιαν του θεου και επορθουν αυτην Acts 8:3, Acts 9:1, Acts 22:4, Acts 26:9, Phil 3:6, 1 Tim 1:13
14 και προεκοπτον εν τω ιουδαισμω υπερ πολλους συνηλικιωτας εν τω γενει μου περισσοτερως ζηλωτης υπαρχων των πατρικων μου παραδοσεων 
15 οτε δε ευδοκησεν [ο θεος] ο αφορισας με εκ κοιλιας μητρος μου και καλεσας δια της χαριτος αυτου Acts 9:15, Acts 13:2
16 αποκαλυψαι τον υιον αυτου εν εμοι ινα ευαγγελιζωμαι αυτον εν τοις εθνεσιν ευθεως ου προσανεθεμην σαρκι και αιματι Acts 9:15, Acts 13:2, Acts 22:21, Gal 2:8, Eph 3:8, Matt 16:17
17 ουδε ανηλθον εις ιεροσολυμα προς τους προ εμου αποστολους αλλα απηλθον εις αραβιαν και παλιν υπεστρεψα εις δαμασκον 
18 επειτα μετα ετη τρια ανηλθον εις ιεροσολυμα ιστορησαι κηφαν και επεμεινα προς αυτον ημερας δεκαπεντε 
19 ετερον δε των αποστολων ουκ ειδον ει μη ιακωβον τον αδελφον του κυριου 
20 α δε γραφω υμιν ιδου ενωπιον του θεου οτι ου ψευδομαι Rom 1:9, Rom 9:1, 2 Cor 1:23, 2 Cor 11:31, 1 Thess 2:5, 1 Tim 5:21, 2 Tim 4:1
21 επειτα ηλθον εις τα κλιματα της συριας και της κιλικιας 
22 ημην δε αγνοουμενος τω προσωπω ταις εκκλησιαις της ιουδαιας ταις εν χριστω 
23 μονον δε ακουοντες ησαν οτι ο διωκων ημας ποτε νυν ευαγγελιζεται την πιστιν ην ποτε επορθει 
24 και εδοξαζον εν εμοι τον θεον 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle