Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 επειτα δια δεκατεσσαρων ετων παλιν ανεβην εις ιεροσολυμα μετα βαρναβα συμπαραλαβων και τιτον Acts 15:2
2 ανεβην δε κατα αποκαλυψιν και ανεθεμην αυτοις το ευαγγελιον ο κηρυσσω εν τοις εθνεσιν κατ ιδιαν δε τοις δοκουσιν μη πως εις κενον τρεχω η εδραμον Acts 19:21
3 αλλ ουδε τιτος ο συν εμοι ελλην ων ηναγκασθη περιτμηθηναι Acts 16:3, 1 Cor 9:21
4 δια δε τους παρεισακτους ψευδαδελφους οιτινες παρεισηλθον κατασκοπησαι την ελευθεριαν ημων ην εχομεν εν χριστω ιησου ινα ημας καταδουλωσουσιν Acts 15:24
5 οις ουδε προς ωραν ειξαμεν τη υποταγη ινα η αληθεια του ευαγγελιου διαμεινη προς υμας 
6 απο δε των δοκουντων ειναι τι οποιοι ποτε ησαν ουδεν μοι διαφερει προσωπον [ο] θεος ανθρωπου ου λαμβανει εμοι γαρ οι δοκουντες ουδεν προσανεθεντο Deut 10:17, 2 Chr 19:7, Job 34:19, Acts 10:34, Rom 2:11, Eph 6:9, Col 3:25, 1 Pet 1:17
7 αλλα τουναντιον ιδοντες οτι πεπιστευμαι το ευαγγελιον της ακροβυστιας καθως πετρος της περιτομης 
8 ο γαρ ενεργησας πετρω εις αποστολην της περιτομης ενηργησεν και εμοι εις τα εθνη Acts 9:15, Acts 13:2, Acts 22:21, Gal 1:16, Eph 3:8
9 και γνοντες την χαριν την δοθεισαν μοι ιακωβος και κηφας και ιωαννης οι δοκουντες στυλοι ειναι δεξιας εδωκαν εμοι και βαρναβα κοινωνιας ινα ημεις εις τα εθνη αυτοι δε εις την περιτομην 
10 μονον των πτωχων ινα μνημονευωμεν ο και εσπουδασα αυτο τουτο ποιησαι Acts 11:30, Acts 24:17, Rom 15:25, 1 Cor 16:1, 2 Cor 8:1, 2 Cor 9:1
11 οτε δε ηλθεν κηφας εις αντιοχειαν κατα προσωπον αυτω αντεστην οτι κατεγνωσμενος ην 
12 προ του γαρ ελθειν τινας απο ιακωβου μετα των εθνων συνησθιεν οτε δε ηλθον υπεστελλεν και αφωριζεν εαυτον φοβουμενος τους εκ περιτομης 
13 και συνυπεκριθησαν αυτω [και] οι λοιποι ιουδαιοι ωστε και βαρναβας συναπηχθη αυτων τη υποκρισει 
14 αλλ οτε ειδον οτι ουκ ορθοποδουσιν προς την αληθειαν του ευαγγελιου ειπον τω κηφα εμπροσθεν παντων ει συ ιουδαιος υπαρχων εθνικως και ουχι ιουδαικως ζης πως τα εθνη αναγκαζεις ιουδαιζειν Acts 10:28
15 ημεις φυσει ιουδαιοι και ουκ εξ εθνων αμαρτωλοι 
16 ειδοτες [δε] οτι ου δικαιουται ανθρωπος εξ εργων νομου εαν μη δια πιστεως ιησου χριστου και ημεις εις χριστον ιησουν επιστευσαμεν ινα δικαιωθωμεν εκ πιστεως χριστου και ουκ εξ εργων νομου οτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ Acts 13:38, Rom 3:28, Rom 8:3, Heb 7:18, Rom 3:20, Gal 3:11
17 ει δε ζητουντες δικαιωθηναι εν χριστω ευρεθημεν και αυτοι αμαρτωλοι αρα χριστος αμαρτιας διακονος μη γενοιτο 
18 ει γαρ α κατελυσα ταυτα παλιν οικοδομω παραβατην εμαυτον συνιστανω 
19 εγω γαρ δια νομου νομω απεθανον ινα θεω ζησω χριστω συνεσταυρωμαι Rom 7:4, Rom 14:7, 2 Cor 5:15, 1 Thess 5:10, Heb 9:14, 1 Pet 4:2
20 ζω δε ουκετι εγω ζη δε εν εμοι χριστος ο δε νυν ζω εν σαρκι εν πιστει ζω τη του υιου του θεου του αγαπησαντος με και παραδοντος εαυτον υπερ εμου Gal 1:4, Eph 5:2, Tit 2:14
21 ουκ αθετω την χαριν του θεου ει γαρ δια νομου δικαιοσυνη αρα χριστος δωρεαν απεθανεν Heb 7:11


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle