Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ω ανοητοι γαλαται τις υμας εβασκανεν οις κατ οφθαλμους ιησους χριστος προεγραφη εσταυρωμενος Gal 5:7
2 τουτο μονον θελω μαθειν αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως 
3 ουτως ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε 
4 τοσαυτα επαθετε εικη ει γε και εικη 
5 ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεις εν υμιν εξ εργων νομου η εξ ακοης πιστεως 
6 καθως αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εις δικαιοσυνην Gen 15:6, Rom 4:3, Ja 2:23
7 γινωσκετε αρα οτι οι εκ πιστεως ουτοι υιοι εισιν αβρααμ 
8 προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος προευηγγελισατο τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη Gen 12:3, Gen 18:18, Gen 22:18, Gen 26:4, Gen 49:10, Acts 3:25
9 ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ 
10 οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ οτι επικαταρατος πας ος ουκ εμμενει πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα Deut 27:26
11 οτι δε εν νομω ουδεις δικαιουται παρα τω θεω δηλον οτι ο δικαιος εκ πιστεως ζησεται Rom 3:20, Gal 2:16, Hab 2:4, Rom 1:17, Heb 10:38
12 ο δε νομος ουκ εστιν εκ πιστεως αλλ ο ποιησας αυτα ζησεται εν αυτοις Lev 18:5, Ezek 20:11, Rom 10:5
13 χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα οτι γεγραπται επικαταρατος πας ο κρεμαμενος επι ξυλου Rom 8:3, 2 Cor 5:21, Deut 21:23
14 ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν χριστω ιησου ινα την επαγγελιαν του πνευματος λαβωμεν δια της πιστεως 
15 αδελφοι κατα ανθρωπον λεγω ομως ανθρωπου κεκυρωμενην διαθηκην ουδεις αθετει η επιδιατασσεται Heb 9:17
16 τω δε αβρααμ ερρεθησαν αι επαγγελιαι και τω σπερματι αυτου ου λεγει και τοις σπερμασιν ως επι πολλων αλλ ως εφ ενος και τω σπερματι σου ος εστιν χριστος Gal 3:8
17 τουτο δε λεγω διαθηκην προκεκυρωμενην υπο του θεου ο μετα τετρακοσια και τριακοντα ετη γεγονως νομος ουκ ακυροι εις το καταργησαι την επαγγελιαν Gen 15:13, Ex 12:40, Acts 7:6
18 ει γαρ εκ νομου η κληρονομια ουκετι εξ επαγγελιας τω δε αβρααμ δι επαγγελιας κεχαρισται ο θεος Rom 4:14
19 τι ουν ο νομος των παραβασεων χαριν προσετεθη αχρις ου ελθη το σπερμα ω επηγγελται διαταγεις δι αγγελων εν χειρι μεσιτου John 15:22, Rom 4:15, Rom 5:20, Rom 7:8, Acts 7:38, Acts 7:53, Deut 5:5, John 1:17, Acts 7:38
20 ο δε μεσιτης ενος ουκ εστιν ο δε θεος εις εστιν 
21 ο ουν νομος κατα των επαγγελιων [του θεου] μη γενοιτο ει γαρ εδοθη νομος ο δυναμενος ζωοποιησαι οντως εκ νομου αν ην η δικαιοσυνη 
22 αλλα συνεκλεισεν η γραφη τα παντα υπο αμαρτιαν ινα η επαγγελια εκ πιστεως ιησου χριστου δοθη τοις πιστευουσιν Rom 3:9, Rom 11:32
23 προ του δε ελθειν την πιστιν υπο νομον εφρουρουμεθα συγκλειομενοι εις την μελλουσαν πιστιν αποκαλυφθηναι 
24 ωστε ο νομος παιδαγωγος ημων γεγονεν εις χριστον ινα εκ πιστεως δικαιωθωμεν Matt 5:17, Acts 13:38, Rom 10:4
25 ελθουσης δε της πιστεως ουκετι υπο παιδαγωγον εσμεν 
26 παντες γαρ υιοι θεου εστε δια της πιστεως εν χριστω ιησου Isa 56:5, John 1:12, Rom 8:15, Gal 4:5
27 οσοι γαρ εις χριστον εβαπτισθητε χριστον ενεδυσασθε Rom 6:3
28 ουκ ενι ιουδαιος ουδε ελλην ουκ ενι δουλος ουδε ελευθερος ουκ ενι αρσεν και θηλυ παντες γαρ υμεις εις εστε εν χριστω ιησου John 17:21
29 ει δε υμεις χριστου αρα του αβρααμ σπερμα εστε κατ επαγγελιαν κληρονομοι Gen 21:12, Rom 9:7, Heb 11:18


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle