Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερει δουλου κυριος παντων ων 
2 αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος 
3 ουτως και ημεις οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεθα δεδουλωμενοι 
4 οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον Gen 49:10, Dan 9:24, Matt 5:17
5 ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν John 1:12, Gal 3:26
6 οτι δε εστε υιοι εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας ημων κραζον αββα ο πατηρ Rom 8:15
7 ωστε ουκετι ει δουλος αλλα υιος ει δε υιος και κληρονομος δια θεου 
8 αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις φυσει μη ουσιν θεοις 1 Cor 8:4
9 νυν δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οις παλιν ανωθεν δουλευειν θελετε Col 2:20
10 ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους Rom 14:5, Col 2:16
11 φοβουμαι υμας μη πως εικη κεκοπιακα εις υμας 
12 γινεσθε ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε 
13 οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον 
14 και τον πειρασμον υμων εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλα ως αγγελον θεου εδεξασθε με ως χριστον ιησουν Mal 2:7, Matt 10:40, John 13:20
15 που ουν ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες εδωκατε μοι 
16 ωστε εχθρος υμων γεγονα αληθευων υμιν 
17 ζηλουσιν υμας ου καλως αλλα εκκλεισαι υμας θελουσιν ινα αυτους ζηλουτε Rom 10:2, 2 Cor 11:12
18 καλον δε ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας 
19 τεκνα μου ους παλιν ωδινω μεχρις ου μορφωθη χριστος εν υμιν 1 Cor 4:15, Philem 1:10, Ja 1:18
20 ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν 
21 λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ ακουετε 
22 γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας Gen 16:2, Gen 16:15, Gen 21:2, Acts 7:8, Heb 11:11
23 αλλ ο μεν εκ της παιδισκης κατα σαρκα γεγεννηται ο δε εκ της ελευθερας δι επαγγελιας John 8:39, Rom 9:7
24 ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλειαν γεννωσα ητις εστιν αγαρ 
25 το δε αγαρ σινα ορος εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει γαρ μετα των τεκνων αυτης 
26 η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ ημων Rev 21:2
27 γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα Isa 54:1
28 υμεις δε αδελφοι κατα ισαακ επαγγελιας τεκνα εστε Rom 9:7
29 αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα ουτως και νυν Gen 21:9
30 αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου γαρ μη κληρονομησει ο υιος της παιδισκης μετα του υιου της ελευθερας Gen 21:10
31 διο αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle