Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τη ελευθερια ημας χριστος ηλευθερωσεν στηκετε ουν και μη παλιν ζυγω δουλειας ενεχεσθε John 8:32, Rom 6:18, 1 Pet 2:16, Isa 9:4
2 ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθε χριστος υμας ουδεν ωφελησει Acts 15:1
3 μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετης εστιν ολον τον νομον ποιησαι 
4 κατηργηθητε απο χριστου οιτινες εν νομω δικαιουσθε της χαριτος εξεπεσατε 
5 ημεις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα 
6 εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη Matt 12:50, John 15:14, 1 Cor 7:19, 2 Cor 5:17, Gal 6:15, Col 3:11, 1 Thess 1:3
7 ετρεχετε καλως τις υμας ενεκοψεν [τη] αληθεια μη πειθεσθαι Gal 3:1
8 η πεισμονη ουκ εκ του καλουντος υμας 
9 μικρα ζυμη ολον το φυραμα ζυμοι 1 Cor 5:6
10 εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις εαν η 2 Cor 2:3, 2 Cor 8:22
11 εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου 1 Cor 1:23
12 οφελον και αποκοψονται οι αναστατουντες υμας Josh 7:25
13 υμεις γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εις αφορμην τη σαρκι αλλα δια της αγαπης δουλευετε αλληλοις 1 Cor 8:9, 1 Pet 2:16, Jude 1:4
14 ο γαρ πας νομος εν ενι λογω πεπληρωται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον Rom 13:8, Lev 19:18, Matt 22:39, Mark 12:31, Ja 2:8
15 ει δε αλληλους δακνετε και κατεσθιετε βλεπετε μη υπ αλληλων αναλωθητε 2 Cor 12:20
16 λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκος ου μη τελεσητε Rom 13:14, 1 Pet 2:11
17 η γαρ σαρξ επιθυμει κατα του πνευματος το δε πνευμα κατα της σαρκος ταυτα γαρ αλληλοις αντικειται ινα μη α εαν θελητε ταυτα ποιητε Rom 7:15
18 ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον 
19 φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν πορνεια ακαθαρσια ασελγεια 1 Cor 3:3, Ja 3:14
20 ειδωλολατρια φαρμακεια εχθραι ερις ζηλος θυμοι εριθειαι διχοστασιαι αιρεσεις 
21 φθονοι μεθαι κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως προειπον οτι οι τα τοιαυτα πρασσοντες βασιλειαν θεου ου κληρονομησουσιν 1 Cor 6:10, Eph 5:5, Col 3:6, Rev 22:15
22 ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις Eph 5:9
23 πραυτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος 1 Tim 1:9
24 οι δε του χριστου [ιησου] την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις Rom 6:6, Rom 13:14, Gal 2:20, 1 Pet 2:11
25 ει ζωμεν πνευματι πνευματι και στοιχωμεν 
26 μη γινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle