Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 αδελφοι εαν και προλημφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραυτητος σκοπων σεαυτον μη και συ πειρασθης Rom 14:1, Rom 15:1, 1 Cor 9:22
2 αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσετε τον νομον του χριστου Matt 11:29, John 13:14, Rom 15:1, 1 Thess 5:14
3 ει γαρ δοκει τις ειναι τι μηδεν ων φρεναπατα εαυτον 
4 το δε εργον εαυτου δοκιμαζετω εκαστος και τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ εις τον ετερον 
5 εκαστος γαρ το ιδιον φορτιον βαστασει Psa 62:12, Jer 17:10, Jer 32:19, Matt 16:27, Rom 2:6, Rom 14:12, 1 Cor 3:8, 2 Cor 5:10, Rev 2:23, Rev 22:12
6 κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις Rom 15:27, 1 Cor 9:11
7 μη πλανασθε θεος ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωπος τουτο και θερισει 1 Cor 6:10, Luke 16:25
8 οτι ο σπειρων εις την σαρκα εαυτου εκ της σαρκος θερισει φθοραν ο δε σπειρων εις το πνευμα εκ του πνευματος θερισει ζωην αιωνιον 
9 το δε καλον ποιουντες μη εγκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι 2 Thess 3:13
10 αρα ουν ως καιρον εχομεν εργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικειους της πιστεως 1 Tim 5:8
11 ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι 
12 οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα τω σταυρω του χριστου μη διωκωνται 
13 ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται 
14 εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω κοσμω 
15 ουτε γαρ περιτομη τι εστιν ουτε ακροβυστια αλλα καινη κτισις Matt 12:50, John 15:14, 2 Cor 5:16, Gal 5:6, Col 3:11
16 και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου Psa 125:5
17 του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του ιησου εν τω σωματι μου βασταζω 2 Cor 4:10
18 η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle