Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος αποστολος χριστου ιησου δια θεληματος θεου τοις αγιοις τοις ουσιν [εν εφεσω] και πιστοις εν χριστω ιησου Rom 1:7, 1 Cor 1:2, 2 Cor 1:1
2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου Gal 1:3, 1 Pet 1:2
3 ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο ευλογησας ημας εν παση ευλογια πνευματικη εν τοις επουρανιοις εν χριστω 2 Cor 1:3, 1 Pet 1:3
4 καθως εξελεξατο ημας εν αυτω προ καταβολης κοσμου ειναι ημας αγιους και αμωμους κατενωπιον αυτου εν αγαπη John 15:16, 1 Tim 1:9, Luke 1:75, Eph 5:27, Col 1:22, 2 Tim 1:9, Tit 2:12
5 προορισας ημας εις υιοθεσιαν δια ιησου χριστου εις αυτον κατα την ευδοκιαν του θεληματος αυτου 
6 εις επαινον δοξης της χαριτος αυτου ης εχαριτωσεν ημας εν τω ηγαπημενω Matt 3:17
7 εν ω εχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των παραπτωματων κατα το πλουτος της χαριτος αυτου Acts 20:28, Col 1:14, Heb 9:12, 1 Pet 1:18
8 ης επερισσευσεν εις ημας εν παση σοφια και φρονησει 
9 γνωρισας ημιν το μυστηριον του θεληματος αυτου κατα την ευδοκιαν αυτου ην προεθετο εν αυτω Rom 16:25, Eph 3:9, Col 1:26, 2 Tim 1:9, Tit 1:2, 1 Pet 1:20
10 εις οικονομιαν του πληρωματος των καιρων ανακεφαλαιωσασθαι τα παντα εν τω χριστω τα επι τοις ουρανοις και τα επι της γης εν αυτω Gen 49:10, Dan 9:24, Gal 4:4
11 εν ω και εκληρωθημεν προορισθεντες κατα προθεσιν του τα παντα ενεργουντος κατα την βουλην του θεληματος αυτου Rom 8:17
12 εις το ειναι ημας εις επαινον δοξης αυτου τους προηλπικοτας εν τω χριστω 
13 εν ω και υμεις ακουσαντες τον λογον της αληθειας το ευαγγελιον της σωτηριας υμων εν ω και πιστευσαντες εσφραγισθητε τω πνευματι της επαγγελιας τω αγιω Rom 8:15, 2 Cor 1:22, 2 Cor 5:5, Eph 4:30
14 ο εστιν αρραβων της κληρονομιας ημων εις απολυτρωσιν της περιποιησεως εις επαινον της δοξης αυτου Ex 19:5, Deut 7:6, Deut 14:2, Deut 26:18, Rom 8:23, 1 Pet 2:9
15 δια τουτο καγω ακουσας την καθ υμας πιστιν εν τω κυριω ιησου και την αγαπην την εις παντας τους αγιους Phil 1:3, Col 1:3, 1 Thess 1:2, 2 Thess 1:3
16 ου παυομαι ευχαριστων υπερ υμων μνειαν ποιουμενος επι των προσευχων μου 
17 ινα ο θεος του κυριου ημων ιησου χριστου ο πατηρ της δοξης δωη υμιν πνευμα σοφιας και αποκαλυψεως εν επιγνωσει αυτου 
18 πεφωτισμενους τους οφθαλμους της καρδιας [υμων] εις το ειδεναι υμας τις εστιν η ελπις της κλησεως αυτου τις ο πλουτος της δοξης της κληρονομιας αυτου εν τοις αγιοις 
19 και τι το υπερβαλλον μεγεθος της δυναμεως αυτου εις ημας τους πιστευοντας κατα την ενεργειαν του κρατους της ισχυος αυτου Col 2:12
20 ην ενηργησεν εν τω χριστω εγειρας αυτον εκ νεκρων και καθισας εν δεξια αυτου εν τοις επουρανιοις Psa 110:1, Acts 2:34, 1 Cor 15:25, Col 3:1, Heb 1:3, Heb 10:12, 1 Pet 3:22
21 υπερανω πασης αρχης και εξουσιας και δυναμεως και κυριοτητος και παντος ονοματος ονομαζομενου ου μονον εν τω αιωνι τουτω αλλα και εν τω μελλοντι 
22 και παντα υπεταξεν υπο τους ποδας αυτου και αυτον εδωκεν κεφαλην υπερ παντα τη εκκλησια Psa 8:6, Matt 28:18, 1 Cor 15:27, Heb 2:8
23 ητις εστιν το σωμα αυτου το πληρωμα του τα παντα εν πασιν πληρουμενου Rom 12:5, 1 Cor 12:27, Eph 4:16, Eph 5:23


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle