Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παρακαλω ουν υμας εγω ο δεσμιος εν κυριω αξιως περιπατησαι της κλησεως ης εκληθητε Gen 17:1, 1 Cor 7:20, Phil 1:27, Col 1:10, 1 Thess 2:12
2 μετα πασης ταπεινοφροσυνης και πραυτητος μετα μακροθυμιας ανεχομενοι αλληλων εν αγαπη Col 1:11, Col 3:12, 1 Thess 5:14
3 σπουδαζοντες τηρειν την ενοτητα του πνευματος εν τω συνδεσμω της ειρηνης 
4 εν σωμα και εν πνευμα καθως και εκληθητε εν μια ελπιδι της κλησεως υμων 
5 εις κυριος μια πιστις εν βαπτισμα Deut 4:39, Mal 2:10, 1 Cor 8:4, 1 Cor 8:6
6 εις θεος και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν 
7 ενι δε εκαστω ημων εδοθη η χαρις κατα το μετρον της δωρεας του χριστου Rom 12:6, 1 Cor 12:11, 2 Cor 10:13, 1 Pet 4:10
8 διο λεγει αναβας εις υψος ηχμαλωτευσεν αιχμαλωσιαν εδωκεν δοματα τοις ανθρωποις Psa 68:18
9 το δε ανεβη τι εστιν ει μη οτι και κατεβη εις τα κατωτερα [μερη] της γης John 3:13, John 6:62
10 ο καταβας αυτος εστιν και ο αναβας υπερανω παντων των ουρανων ινα πληρωση τα παντα 
11 και αυτος εδωκεν τους μεν αποστολους τους δε προφητας τους δε ευαγγελιστας τους δε ποιμενας και διδασκαλους 1 Cor 12:28
12 προς τον καταρτισμον των αγιων εις εργον διακονιας εις οικοδομην του σωματος του χριστου Rom 12:5, 1 Cor 12:27, Eph 1:23, Eph 5:23, Col 1:24
13 μεχρι καταντησωμεν οι παντες εις την ενοτητα της πιστεως και της επιγνωσεως του υιου του θεου εις ανδρα τελειον εις μετρον ηλικιας του πληρωματος του χριστου 
14 ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω της διδασκαλιας εν τη κυβεια των ανθρωπων εν πανουργια προς την μεθοδειαν της πλανης 1 Cor 14:20, Matt 11:7
15 αληθευοντες δε εν αγαπη αυξησωμεν εις αυτον τα παντα ος εστιν η κεφαλη χριστος Eph 5:23, Col 1:18
16 εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασης αφης της επιχορηγιας κατ ενεργειαν εν μετρω ενος εκαστου μερους την αυξησιν του σωματος ποιειται εις οικοδομην εαυτου εν αγαπη Rom 12:5, 1 Cor 12:27, Eph 2:21
17 τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμας περιπατειν καθως και τα εθνη περιπατει εν ματαιοτητι του νοος αυτων Rom 1:9, Rom 1:18, 1 Pet 4:3
18 εσκοτωμενοι τη διανοια οντες απηλλοτριωμενοι της ζωης του θεου δια την αγνοιαν την ουσαν εν αυτοις δια την πωρωσιν της καρδιας αυτων 1 Thess 4:5
19 οιτινες απηλγηκοτες εαυτους παρεδωκαν τη ασελγεια εις εργασιαν ακαθαρσιας πασης εν πλεονεξια 
20 υμεις δε ουχ ουτως εμαθετε τον χριστον 
21 ει γε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθως εστιν αληθεια εν τω ιησου 
22 αποθεσθαι υμας κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τας επιθυμιας της απατης Col 3:9, Heb 12:1, 1 Pet 2:1
23 ανανεουσθαι δε τω πνευματι του νοος υμων 
24 και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι της αληθειας Rom 6:4, Col 3:10, 1 Pet 4:2
25 διο αποθεμενοι το ψευδος λαλειτε αληθειαν εκαστος μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη Zech 8:16
26 οργιζεσθε και μη αμαρτανετε ο ηλιος μη επιδυετω επι [τω] παροργισμω υμων Psa 4:4
27 μηδε διδοτε τοπον τω διαβολω Ja 4:7, 1 Pet 5:9
28 ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενος ταις [ιδιαις] χερσιν το αγαθον ινα εχη μεταδιδοναι τω χρειαν εχοντι Acts 20:35, 1 Thess 4:11, 2 Thess 3:8, 2 Thess 3:12
29 πας λογος σαπρος εκ του στοματος υμων μη εκπορευεσθω αλλα ει τις αγαθος προς οικοδομην της χρειας ινα δω χαριν τοις ακουουσιν Matt 12:36, Eph 5:3
30 και μη λυπειτε το πνευμα το αγιον του θεου εν ω εσφραγισθητε εις ημεραν απολυτρωσεως Rom 8:16, 2 Cor 1:22, 2 Cor 5:5, Eph 1:13, Luke 21:28, Rom 8:23, Eph 1:14
31 πασα πικρια και θυμος και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια Col 3:19
32 γινεσθε [δε] εις αλληλους χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοις καθως και ο θεος εν χριστω εχαρισατο υμιν Phil 2:1, Col 3:12, Matt 6:14, Mark 11:25, Col 3:13


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle