Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα 
2 και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν ημας και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας John 13:34, John 15:12, 1 Thess 4:9, 1 John 3:23, 1 John 4:21, Gal 2:20, Tit 2:14, 1 Pet 3:18, Heb 8:3, Heb 9:14
3 πορνεια δε και ακαθαρσια πασα η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις Mark 7:21, Eph 4:29, Col 3:5
4 και αισχροτης και μωρολογια η ευτραπελια α ουκ ανηκεν αλλα μαλλον ευχαριστια 
5 τουτο γαρ ιστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου 1 Cor 6:10, Gal 5:19, Col 3:5, Rev 22:15
6 μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας Jer 29:4, Matt 24:4, Mark 13:5, Luke 21:8, Col 2:4, Col 2:18, 2 Thess 2:3, 1 John 4:1
7 μη ουν γινεσθε συμμετοχοι αυτων 
8 ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε 1 Thess 5:4
9 ο γαρ καρπος του φωτος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια Gal 5:22
10 δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω 
11 και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε Matt 18:17, 1 Cor 5:8, 1 Cor 10:20, 2 Cor 6:14, 2 Thess 3:14
12 τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν 
13 τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται John 3:20
14 παν γαρ το φανερουμενον φως εστιν διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος Rom 13:11, 1 Thess 5:6
15 βλεπετε ουν ακριβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι Col 4:5
16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν Rom 13:11
17 δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το θελημα του κυριου Rom 12:2, 1 Thess 4:3
18 και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι Prov 23:29, Isa 5:11, Isa 5:22, Luke 21:34
19 λαλουντες εαυτοις [εν] ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες τη καρδια υμων τω κυριω Col 3:16
20 ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι Col 3:17, 1 Thess 5:18
21 υποτασσομενοι αλληλοις εν φοβω χριστου 
22 αι γυναικες τοις ιδιοις ανδρασιν ως τω κυριω Gen 3:16, 1 Cor 14:34, Col 3:18, Tit 2:5, 1 Pet 3:1
23 οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος 1 Cor 11:3, Eph 1:22, Eph 4:15, Col 1:18, Rom 12:5, 1 Cor 12:27, Eph 1:23, Eph 4:12, Col 1:24
24 αλλα ως η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ανδρασιν εν παντι 
25 οι ανδρες αγαπατε τας γυναικας καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης Col 3:19, Eph 5:2, Gal 1:4
26 ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι Tit 3:5, 1 Pet 3:21
27 ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος Col 1:22
28 ουτως οφειλουσιν [και] οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα 
29 ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο χριστος την εκκλησιαν 
30 οτι μελη εσμεν του σωματος αυτου Rom 12:5, 1 Cor 12:27
31 αντι τουτου καταλειψει ανθρωπος [τον] πατερα και [την] μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν Gen 2:24, Matt 19:5, Mark 10:7, 1 Cor 6:16
32 το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και εις την εκκλησιαν 
33 πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle