Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τα τεκνα υπακουετε τοις γονευσιν υμων [εν κυριω] τουτο γαρ εστιν δικαιον Col 3:20
2 τιμα τον πατερα σου και την μητερα ητις εστιν εντολη πρωτη εν επαγγελια Ex 20:12, Deut 5:16, Deut 27:16, Matt 15:4, Mark 7:10
3 ινα ευ σοι γενηται και εση μακροχρονιος επι της γης 
4 και οι πατερες μη παροργιζετε τα τεκνα υμων αλλα εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου Deut 6:7, Deut 6:20, Psa 78:4, Prov 19:8, Prov 29:17
5 οι δουλοι υπακουετε τοις κατα σαρκα κυριοις μετα φοβου και τρομου εν απλοτητι της καρδιας υμων ως τω χριστω Col 3:22, 1 Tim 6:1, Tit 2:9, 1 Pet 2:18
6 μη κατ οφθαλμοδουλιαν ως ανθρωπαρεσκοι αλλ ως δουλοι χριστου ποιουντες το θελημα του θεου εκ ψυχης 
7 μετ ευνοιας δουλευοντες ως τω κυριω και ουκ ανθρωποις 
8 ειδοτες οτι εκαστος εαν τι ποιηση αγαθον τουτο κομισεται παρα κυριου ειτε δουλος ειτε ελευθερος 
9 και οι κυριοι τα αυτα ποιειτε προς αυτους ανιεντες την απειλην ειδοτες οτι και αυτων και υμων ο κυριος εστιν εν ουρανοις και προσωπολημψια ουκ εστιν παρ αυτω Col 4:1, Deut 10:17, 2 Chr 19:7, Job 34:19, Acts 10:34, Rom 2:11, Gal 2:6, Col 3:25, 1 Pet 1:17
10 του λοιπου ενδυναμουσθε εν κυριω και εν τω κρατει της ισχυος αυτου 
11 ενδυσασθε την πανοπλιαν του θεου προς το δυνασθαι υμας στηναι προς τας μεθοδειας του διαβολου Col 3:12, 1 Thess 5:8
12 οτι ουκ εστιν ημιν η παλη προς αιμα και σαρκα αλλα προς τας αρχας προς τας εξουσιας προς τους κοσμοκρατορας του σκοτους τουτου προς τα πνευματικα της πονηριας εν τοις επουρανιοις Eph 2:2
13 δια τουτο αναλαβετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι στηναι 2 Cor 10:4
14 στητε ουν περιζωσαμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα της δικαιοσυνης Luke 12:35, 1 Pet 1:13, Isa 59:17, 2 Cor 6:7
15 και υποδησαμενοι τους ποδας εν ετοιμασια του ευαγγελιου της ειρηνης 
16 εν πασιν αναλαβοντες τον θυρεον της πιστεως εν ω δυνησεσθε παντα τα βελη του πονηρου [τα] πεπυρωμενα σβεσαι 
17 και την περικεφαλαιαν του σωτηριου δεξασθε και την μαχαιραν του πνευματος ο εστιν ρημα θεου Isa 59:17, 1 Thess 5:8, Heb 4:12, Rev 2:16
18 δια πασης προσευχης και δεησεως προσευχομενοι εν παντι καιρω εν πνευματι και εις αυτο αγρυπνουντες εν παση προσκαρτερησει και δεησει περι παντων των αγιων Luke 18:1, Rom 12:12, Col 4:2, 1 Thess 5:17
19 και υπερ εμου ινα μοι δοθη λογος εν ανοιξει του στοματος μου εν παρρησια γνωρισαι το μυστηριον του ευαγγελιου Acts 4:29, 2 Thess 3:1
20 υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρρησιασωμαι ως δει με λαλησαι 2 Cor 5:20, Acts 28:20
21 ινα δε ειδητε και υμεις τα κατ εμε τι πρασσω παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος εν κυριω Col 4:7, Acts 20:4, Col 4:7, Tit 3:12
22 ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων 2 Tim 4:12
23 ειρηνη τοις αδελφοις και αγαπη μετα πιστεως απο θεου πατρος και κυριου ιησου χριστου 
24 η χαρις μετα παντων των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle