Γλώσσα
 Language
 Η Παλαιά Διαθήκη σε
 μετάφραση των Εβδομήκοντα
 Βιβλίο  Κεφάλαιο  Μέγεθος
 χαρακτήρων

1 και εκαλεσεν μωυσης παντας τους υιους ισραηλ και ειπεν προς αυτους υμεις εωρακατε παντα οσα εποιησεν κυριος εν γη αιγυπτω ενωπιον υμων φαραω και τοις θεραπουσιν αυτου και παση τη γη αυτου 
2 τους πειρασμους τους μεγαλους ους εωρακασιν οι οφθαλμοι σου τα σημεια και τα τερατα τα μεγαλα εκεινα Ex 19:4
3 και ουκ εδωκεν κυριος ο θεος υμιν καρδιαν ειδεναι και οφθαλμους βλεπειν και ωτα ακουειν εως της ημερας ταυτης Deut 4:34, Deut 7:19
4 και ηγαγεν υμας τεσσαρακοντα ετη εν τη ερημω ουκ επαλαιωθη τα ιματια υμων και τα υποδηματα υμων ου κατετριβη απο των ποδων υμων 
5 αρτον ουκ εφαγετε οινον και σικερα ουκ επιετε ινα γνωτε οτι ουτος κυριος ο θεος υμων 
6 και ηλθετε εως του τοπου τουτου και εξηλθεν σηων βασιλευς εσεβων και ωγ βασιλευς της βασαν εις συναντησιν ημιν εν πολεμω και επαταξαμεν αυτους 
7 και ελαβομεν την γην αυτων και εδωκα αυτην εν κληρω τω ρουβην και τω γαδδι και τω ημισει φυλης μανασση Num 21:24, Num 21:33, Deut 2:32, Deut 3:1
8 και φυλαξεσθε ποιειν παντας τους λογους της διαθηκης ταυτης ινα συνητε παντα οσα ποιησετε Num 32:33, Deut 3:12, Josh 13:8
9 υμεις εστηκατε παντες σημερον εναντιον κυριου του θεου υμων οι αρχιφυλοι υμων και η γερουσια υμων και οι κριται υμων και οι γραμματοεισαγωγεις υμων πας ανηρ ισραηλ 
10 αι γυναικες υμων και τα εκγονα υμων και ο προσηλυτος ο εν μεσω της παρεμβολης υμων απο ξυλοκοπου υμων και εως υδροφορου υμων 
11 παρελθειν εν τη διαθηκη κυριου του θεου σου και εν ταις αραις αυτου οσα κυριος ο θεος σου διατιθεται προς σε σημερον 
12 ινα στηση σε αυτω εις λαον και αυτος εσται σου θεος ον τροπον ειπεν σοι και ον τροπον ωμοσεν τοις πατρασιν σου αβρααμ και ισαακ και ιακωβ 
13 και ουχ υμιν μονοις εγω διατιθεμαι την διαθηκην ταυτην και την αραν ταυτην Gen 17:7
14 αλλα και τοις ωδε ουσι μεθ' ημων σημερον εναντιον κυριου του θεου υμων και τοις μη ουσιν μεθ' ημων ωδε σημερον 
15 οτι υμεις οιδατε ως κατωκησαμεν εν γη αιγυπτω και παρηλθομεν εν μεσω των εθνων ους παρηλθετε 
16 και ειδετε τα βδελυγματα αυτων και τα ειδωλα αυτων ξυλον και λιθον αργυριον και χρυσιον α εστιν παρ' αυτοις 
17 μη τις εστιν εν υμιν ανηρ η γυνη η πατρια η φυλη τινος η διανοια εξεκλινεν απο κυριου του θεου υμων πορευεσθαι λατρευειν τοις θεοις των εθνων εκεινων μη τις εστιν εν υμιν ριζα ανω φυουσα εν χολη και πικρια 
18 και εσται εαν ακουση τα ρηματα της αρας ταυτης και επιφημισηται εν τη καρδια αυτου λεγων οσια μοι γενοιτο οτι εν τη αποπλανησει της καρδιας μου πορευσομαι ινα μη συναπολεση ο αμαρτωλος τον αναμαρτητον Acts 8:23, Heb 12:15
19 ου μη θεληση ο θεος ευιλατευσαι αυτω αλλ' η τοτε εκκαυθησεται οργη κυριου και ο ζηλος αυτου εν τω ανθρωπω εκεινω και κολληθησονται εν αυτω πασαι αι αραι της διαθηκης ταυτης αι γεγραμμεναι εν τω βιβλιω του νομου τουτου και εξαλειψει κυριος το ονομα αυτου εκ της υπο τον ουρανον 
20 και διαστελει αυτον κυριος εις κακα εκ παντων των υιων ισραηλ κατα πασας τας αρας της διαθηκης τας γεγραμμενας εν τω βιβλιω του νομου τουτου 
21 και ερουσιν η γενεα η ετερα οι υιοι υμων οι αναστησονται μεθ' υμας και ο αλλοτριος ος αν ελθη εκ γης μακροθεν και οψονται τας πληγας της γης εκεινης και τας νοσους αυτης ας απεστειλεν κυριος επ' αυτην 
22 θειον και αλα κατακεκαυμενον πασα η γη αυτης ου σπαρησεται ουδε ανατελει ουδε μη αναβη επ' αυτην παν χλωρον ωσπερ κατεστραφη σοδομα και γομορρα αδαμα και σεβωιμ ας κατεστρεψεν κυριος εν θυμω και οργη 
23 και ερουσιν παντα τα εθνη δια τι εποιησεν κυριος ουτως τη γη ταυτη τις ο θυμος της οργης ο μεγας ουτος 
24 και ερουσιν οτι κατελιποσαν την διαθηκην κυριου του θεου των πατερων αυτων α διεθετο τοις πατρασιν αυτων οτε εξηγαγεν αυτους εκ γης αιγυπτου Jer 22:8
25 και πορευθεντες ελατρευσαν θεοις ετεροις και προσεκυνησαν αυτοις οις ουκ ηπισταντο ουδε διενειμεν αυτοις 
26 και ωργισθη θυμω κυριος επι την γην εκεινην επαγαγειν επ' αυτην κατα πασας τας καταρας τας γεγραμμενας εν τω βιβλιω του νομου τουτου 
27 και εξηρεν αυτους κυριος απο της γης αυτων εν θυμω και οργη και παροξυσμω μεγαλω σφοδρα και εξεβαλεν αυτους εις γην ετεραν ωσει νυν 
28 τα κρυπτα κυριω τω θεω ημων τα δε φανερα ημιν και τοις τεκνοις ημων εις τον αιωνα ποιειν παντα τα ρηματα του νομου τουτου 


Το κείμενο σε MS Word αρχείο 'Αλλα κείμενα: Βάμβας