Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τις σπλαγχνα και οικτιρμοι 
2 πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες Rom 12:16, Rom 15:5, 1 Cor 1:10, Phil 3:16, 1 Pet 3:8
3 μηδεν κατ εριθειαν μηδε κατα κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων Rom 12:10, 1 Pet 5:5
4 μη τα εαυτων εκαστος σκοπουντες αλλα [και] τα ετερων εκαστοι 1 Cor 10:24, 1 Cor 13:5
5 τουτο φρονειτε εν υμιν ο και εν χριστω ιησου Matt 11:29, John 13:15, 1 Pet 2:21, 1 John 2:6
6 ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω 2 Cor 4:4, Col 1:15, Heb 1:3
7 αλλα εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος και σχηματι ευρεθεις ως ανθρωπος Psa 8:5, Matt 20:28, John 13:14
8 εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου θανατου δε σταυρου Heb 2:14, Heb 2:17, Heb 4:15, Heb 2:9, Heb 12:2
9 διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω το ονομα το υπερ παν ονομα Acts 2:33, Heb 1:4
10 ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων Isa 45:23, Rom 14:11
11 και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος John 13:13, 1 Cor 8:6, 1 Cor 12:3
12 ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη ως εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε 
13 θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας 2 Cor 3:5
14 παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων Rom 12:17, 1 Pet 2:12, 1 Pet 4:9
15 ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμα μεσον γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθε ως φωστηρες εν κοσμω Prov 4:18, Matt 5:14
16 λογον ζωης επεχοντες εις καυχημα εμοι εις ημεραν χριστου οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα 2 Cor 1:14, 1 Thess 2:19
17 αλλα ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν 2 Cor 7:4
18 το δε αυτο και υμεις χαιρετε και συγχαιρετε μοι 
19 ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν ινα καγω ευψυχω γνους τα περι υμων Acts 16:1, Rom 16:21, 1 Thess 3:2
20 ουδενα γαρ εχω ισοψυχον οστις γνησιως τα περι υμων μεριμνησει 
21 οι παντες γαρ τα εαυτων ζητουσιν ου τα ιησου χριστου 1 Cor 10:24, 1 Cor 13:5
22 την δε δοκιμην αυτου γινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον 
23 τουτον μεν ουν ελπιζω πεμψαι ως αν αφιδω τα περι εμε εξαυτης 
24 πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι 
25 αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον της χρειας μου πεμψαι προς υμας 
26 επειδη επιποθων ην παντας υμας και αδημονων διοτι ηκουσατε οτι ησθενησεν 
27 και γαρ ησθενησεν παραπλησιον θανατω αλλα ο θεος ηλεησεν αυτον ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω 
28 σπουδαιοτερως ουν επεμψα αυτον ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω 
29 προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε 1 Cor 9:14, Gal 6:6, 1 Thess 5:12, 1 Tim 5:17, Heb 13:17
30 οτι δια το εργον χριστου μεχρι θανατου ηγγισεν παραβολευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle