Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφειν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλες Phil 4:4, Ja 1:2, 1 Pet 4:13
2 βλεπετε τους κυνας βλεπετε τους κακους εργατας βλεπετε την κατατομην Isa 56:10
3 ημεις γαρ εσμεν η περιτομη οι πνευματι θεου λατρευοντες και καυχωμενοι εν χριστω ιησου και ουκ εν σαρκι πεποιθοτες Deut 10:16, Deut 30:6, Jer 4:4, Rom 2:29, Col 2:11, John 4:24
4 καιπερ εγω εχων πεποιθησιν και εν σαρκι ει τις δοκει αλλος πεποιθεναι εν σαρκι εγω μαλλον 2 Cor 11:21
5 περιτομη οκταημερος εκ γενους ισραηλ φυλης βενιαμιν εβραιος εξ εβραιων κατα νομον φαρισαιος 2 Cor 11:22, Gen 49:27, Acts 23:6
6 κατα ζηλος διωκων την εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενος αμεμπτος Acts 8:3, Acts 9:1, Acts 22:3, Gal 1:13, 1 Tim 1:13
7 [αλλα] ατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν Matt 13:44
8 αλλα μενουνγε και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον της γνωσεως χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ινα χριστον κερδησω Isa 53:11, Jer 9:23, John 17:3, Col 2:2
9 και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεως χριστου την εκ θεου δικαιοσυνην επι τη πιστει Rom 1:17, Rom 3:21
10 του γνωναι αυτον και την δυναμιν της αναστασεως αυτου και [την] κοινωνιαν [των] παθηματων αυτου συμμορφιζομενος τω θανατω αυτου Rom 8:17, 2 Cor 4:10, 2 Tim 2:11, 1 Pet 4:13
11 ει πως καταντησω εις την εξαναστασιν την εκ νεκρων 
12 ουχ οτι ηδη ελαβον η ηδη τετελειωμαι διωκω δε ει και καταλαβω εφ ω και κατελημφθην υπο χριστου [ιησου] 
13 αδελφοι εγω εμαυτον ου λογιζομαι κατειληφεναι εν δε τα μεν οπισω επιλανθανομενος τοις δε εμπροσθεν επεκτεινομενος 
14 κατα σκοπον διωκω εις το βραβειον της ανω κλησεως του θεου εν χριστω ιησου 1 Cor 9:24, 2 Tim 4:7
15 οσοι ουν τελειοι τουτο φρονωμεν και ει τι ετερως φρονειτε και τουτο ο θεος υμιν αποκαλυψει 
16 πλην εις ο εφθασαμεν τω αυτω στοιχειν Gal 6:16, Rom 12:16, Rom 15:5, 1 Cor 1:10, Phil 2:2, 1 Pet 3:8
17 συμμιμηται μου γινεσθε αδελφοι και σκοπειτε τους ουτω περιπατουντας καθως εχετε τυπον ημας 1 Cor 4:16, 1 Cor 11:1, 1 Thess 1:6, 2 Thess 3:9, 1 Pet 5:3
18 πολλοι γαρ περιπατουσιν ους πολλακις ελεγον υμιν νυν δε και κλαιων λεγω τους εχθρους του σταυρου του χριστου Rom 16:17
19 ων το τελος απωλεια ων ο θεος η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγεια φρονουντες 
20 ημων γαρ το πολιτευμα εν ουρανοις υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον Heb 13:14, 1 Cor 1:7, 1 Thess 1:10, Tit 2:13
21 ος μετασχηματισει το σωμα της ταπεινωσεως ημων συμμορφον τω σωματι της δοξης αυτου κατα την ενεργειαν του δυνασθαι αυτον και υποταξαι αυτω τα παντα 1 Cor 15:51, Col 3:4, 1 John 3:2


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle