Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ωστε αδελφοι μου αγαπητοι και επιποθητοι χαρα και στεφανος μου ουτως στηκετε εν κυριω αγαπητοι 1 Thess 2:19
2 ευοδιαν παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω 
3 ναι ερωτω και σε γνησιε συζυγε συλλαμβανου αυταις αιτινες εν τω ευαγγελιω συνηθλησαν μοι μετα και κλημεντος και των λοιπων συνεργων μου ων τα ονοματα εν βιβλω ζωης Ex 32:32, Psa 69:28, Rev 3:5, Rev 20:12, Rev 21:27
4 χαιρετε εν κυριω παντοτε παλιν ερω χαιρετε 1 Thess 5:6
5 το επιεικες υμων γνωσθητω πασιν ανθρωποις ο κυριος εγγυς 1 Cor 10:11, Heb 10:25
6 μηδεν μεριμνατε αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιας τα αιτηματα υμων γνωριζεσθω προς τον θεον Psa 55:22, Matt 6:25, 1 Tim 6:8, 1 Tim 6:17, 1 Pet 5:7
7 και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τας καρδιας υμων και τα νοηματα υμων εν χριστω ιησου John 14:27, Rom 5:1, 1 Cor 2:14
8 το λοιπον αδελφοι οσα εστιν αληθη οσα σεμνα οσα δικαια οσα αγνα οσα προσφιλη οσα ευφημα ει τις αρετη και ει τις επαινος ταυτα λογιζεσθε Rom 13:13, 1 Thess 4:3
9 α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι ταυτα πρασσετε και ο θεος της ειρηνης εσται μεθ υμων 
10 εχαρην δε εν κυριω μεγαλως οτι ηδη ποτε ανεθαλετε το υπερ εμου φρονειν εφ ω και εφρονειτε ηκαιρεισθε δε 2 Cor 11:9
11 ουχ οτι καθ υστερησιν λεγω εγω γαρ εμαθον εν οις ειμι αυταρκης ειναι 1 Tim 6:6
12 οιδα και ταπεινουσθαι οιδα και περισσευειν εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν και περισσευειν και υστερεισθαι 1 Cor 4:11, 2 Cor 11:27
13 παντα ισχυω εν τω ενδυναμουντι με 
14 πλην καλως εποιησατε συγκοινωνησαντες μου τη θλιψει 
15 οιδατε δε και υμεις φιλιππησιοι οτι εν αρχη του ευαγγελιου οτε εξηλθον απο μακεδονιας ουδεμια μοι εκκλησια εκοινωνησεν εις λογον δοσεως και λημψεως ει μη υμεις μονοι 2 Cor 11:9
16 οτι και εν θεσσαλονικη και απαξ και δις εις την χρειαν μοι επεμψατε 
17 ουχ οτι επιζητω το δομα αλλα επιζητω τον καρπον τον πλεοναζοντα εις λογον υμων 
18 απεχω δε παντα και περισσευω πεπληρωμαι δεξαμενος παρα επαφροδιτου τα παρ υμων οσμην ευωδιας θυσιαν δεκτην ευαρεστον τω θεω Heb 13:16
19 ο δε θεος μου πληρωσει πασαν χρειαν υμων κατα το πλουτος αυτου εν δοξη εν χριστω ιησου 
20 τω δε θεω και πατρι ημων η δοξα εις τους αιωνας των αιωνων αμην 
21 ασπασασθε παντα αγιον εν χριστω ιησου ασπαζονται υμας οι συν εμοι αδελφοι 
22 ασπαζονται υμας παντες οι αγιοι μαλιστα δε οι εκ της καισαρος οικιας 
23 η χαρις του κυριου ιησου χριστου μετα του πνευματος υμων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle