Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος αποστολος χριστου ιησου δια θεληματος θεου και τιμοθεος ο αδελφος 
2 τοις εν κολοσσαις αγιοις και πιστοις αδελφοις εν χριστω χαρις υμιν και ειρηνη απο θεου πατρος ημων Rom 1:7, Gal 1:3, Eph 1:2, 1 Pet 1:2
3 ευχαριστουμεν τω θεω πατρι του κυριου ημων ιησου χριστου παντοτε περι υμων προσευχομενοι Eph 1:15, Phil 1:3, 1 Thess 1:2, 2 Thess 1:3
4 ακουσαντες την πιστιν υμων εν χριστω ιησου και την αγαπην ην εχετε εις παντας τους αγιους 
5 δια την ελπιδα την αποκειμενην υμιν εν τοις ουρανοις ην προηκουσατε εν τω λογω της αληθειας του ευαγγελιου 1 Pet 1:4
6 του παροντος εις υμας καθως και εν παντι τω κοσμω εστιν καρποφορουμενον και αυξανομενον καθως και εν υμιν αφ ης ημερας ηκουσατε και επεγνωτε την χαριν του θεου εν αληθεια Mark 4:8, John 15:16
7 καθως εμαθετε απο επαφρα του αγαπητου συνδουλου ημων ος εστιν πιστος υπερ υμων διακονος του χριστου Col 4:12, Philem 1:23
8 ο και δηλωσας ημιν την υμων αγαπην εν πνευματι 
9 δια τουτο και ημεις αφ ης ημερας ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματος αυτου εν παση σοφια και συνεσει πνευματικη Eph 1:15, 1 Cor 1:5
10 περιπατησαι αξιως του κυριου εις πασαν αρεσκειαν εν παντι εργω αγαθω καρποφορουντες και αυξανομενοι τη επιγνωσει του θεου Gen 17:1, 1 Cor 7:20, Eph 4:1, Phil 1:27, 1 Thess 2:12, John 15:16
11 εν παση δυναμει δυναμουμενοι κατα το κρατος της δοξης αυτου εις πασαν υπομονην και μακροθυμιαν μετα χαρας 
12 ευχαριστουντες τω πατρι τω ικανωσαντι υμας εις την μεριδα του κληρου των αγιων εν τω φωτι 
13 ος ερρυσατο ημας εκ της εξουσιας του σκοτους και μετεστησεν εις την βασιλειαν του υιου της αγαπης αυτου Eph 2:4, 1 Thess 2:12, Matt 3:17, Matt 17:5, 2 Pet 1:17
14 εν ω εχομεν την απολυτρωσιν την αφεσιν των αμαρτιων Acts 20:28, Eph 1:7, Heb 9:14, 1 Pet 1:19
15 ος εστιν εικων του θεου του αορατου πρωτοτοκος πασης κτισεως 2 Cor 4:4, Phil 2:6, Heb 1:3, Rev 3:14
16 οτι εν αυτω εκτισθη τα παντα εν τοις ουρανοις και επι της γης τα ορατα και τα αορατα ειτε θρονοι ειτε κυριοτητες ειτε αρχαι ειτε εξουσιαι τα παντα δι αυτου και εις αυτον εκτισται Gen 1:3, Psa 33:6, John 1:3, Eph 3:9, Heb 1:2
17 και αυτος εστιν προ παντων και τα παντα εν αυτω συνεστηκεν 
18 και αυτος εστιν η κεφαλη του σωματος της εκκλησιας ος εστιν αρχη πρωτοτοκος εκ των νεκρων ινα γενηται εν πασιν αυτος πρωτευων Eph 1:22, Eph 4:15, Eph 5:23, 1 Cor 15:20, Rev 1:5
19 οτι εν αυτω ευδοκησεν παν το πληρωμα κατοικησαι John 1:14, John 1:16, Col 2:9
20 και δι αυτου αποκαταλλαξαι τα παντα εις αυτον ειρηνοποιησας δια του αιματος του σταυρου αυτου [δι αυτου] ειτε τα επι της γης ειτε τα εν τοις ουρανοις 2 Cor 5:18, 1 John 4:10, Isa 9:7, John 16:33, Acts 10:36, Rom 5:1, Eph 2:14
21 και υμας ποτε οντας απηλλοτριωμενους και εχθρους τη διανοια εν τοις εργοις τοις πονηροις 
22 νυνι δε αποκατηλλαξεν εν τω σωματι της σαρκος αυτου δια του θανατου παραστησαι υμας αγιους και αμωμους και ανεγκλητους κατενωπιον αυτου Luke 1:75, Eph 1:4, Eph 5:27, 2 Tim 1:9, Tit 2:12
23 ει γε επιμενετε τη πιστει τεθεμελιωμενοι και εδραιοι και μη μετακινουμενοι απο της ελπιδος του ευαγγελιου ου ηκουσατε του κηρυχθεντος εν παση κτισει τη υπο τον ουρανον ου εγενομην εγω παυλος διακονος John 15:6
24 νυν χαιρω εν τοις παθημασιν υπερ υμων και ανταναπληρω τα υστερηματα των θλιψεων του χριστου εν τη σαρκι μου υπερ του σωματος αυτου ο εστιν η εκκλησια 2 Cor 7:4, Eph 3:13, Phil 2:17, 2 Tim 2:10, Rom 12:5, 1 Cor 12:27, Eph 4:12, Eph 5:23
25 ης εγενομην εγω διακονος κατα την οικονομιαν του θεου την δοθεισαν μοι εις υμας πληρωσαι τον λογον του θεου Rom 16:25, Eph 1:9, Eph 3:9, 2 Tim 1:10, Tit 1:4, 1 Pet 1:20
26 το μυστηριον το αποκεκρυμμενον απο των αιωνων και απο των γενεων νυν δε εφανερωθη τοις αγιοις αυτου Matt 13:11
27 οις ηθελησεν ο θεος γνωρισαι τι το πλουτος της δοξης του μυστηριου τουτου εν τοις εθνεσιν ο εστιν χριστος εν υμιν η ελπις της δοξης 2 Cor 2:14, 1 Tim 1:1
28 ον ημεις καταγγελλομεν νουθετουντες παντα ανθρωπον και διδασκοντες παντα ανθρωπον εν παση σοφια ινα παραστησωμεν παντα ανθρωπον τελειον εν χριστω 
29 εις ο και κοπιω αγωνιζομενος κατα την ενεργειαν αυτου την ενεργουμενην εν εμοι εν δυναμει 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle