Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 θελω γαρ υμας ειδεναι ηλικον αγωνα εχω υπερ υμων και των εν λαοδικεια και οσοι ουχ εορακαν το προσωπον μου εν σαρκι 
2 ινα παρακληθωσιν αι καρδιαι αυτων συμβιβασθεντες εν αγαπη και εις παν πλουτος της πληροφοριας της συνεσεως εις επιγνωσιν του μυστηριου του θεου χριστου Isa 53:11, Jer 9:23, John 17:3, Phil 3:8
3 εν ω εισιν παντες οι θησαυροι της σοφιας και γνωσεως αποκρυφοι 1 Cor 1:24
4 τουτο λεγω ινα μηδεις υμας παραλογιζηται εν πιθανολογια Col 2:18, Eph 5:6
5 ει γαρ και τη σαρκι απειμι αλλα τω πνευματι συν υμιν ειμι χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα της εις χριστον πιστεως υμων 1 Cor 5:3, 1 Cor 14:40
6 ως ουν παρελαβετε τον χριστον ιησουν τον κυριον εν αυτω περιπατειτε 
7 ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι τη πιστει καθως εδιδαχθητε περισσευοντες εν ευχαριστια Eph 3:17, 1 Cor 1:5
8 βλεπετε μη τις υμας εσται ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχεια του κοσμου και ου κατα χριστον Rom 16:17, Heb 13:9
9 οτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως John 1:14, Col 1:19
10 και εστε εν αυτω πεπληρωμενοι ος εστιν η κεφαλη πασης αρχης και εξουσιας John 1:16
11 εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος της σαρκος εν τη περιτομη του χριστου Deut 10:16, Jer 4:4, Rom 2:29, Phil 3:3
12 συνταφεντες αυτω εν τω βαπτισμω εν ω και συνηγερθητε δια της πιστεως της ενεργειας του θεου του εγειραντος αυτον εκ νεκρων Rom 6:4, Gal 3:27, Eph 1:19, Eph 3:7
13 και υμας νεκρους οντας [εν] τοις παραπτωμασιν και τη ακροβυστια της σαρκος υμων συνεζωοποιησεν υμας συν αυτω χαρισαμενος ημιν παντα τα παραπτωματα Eph 2:1
14 εξαλειψας το καθ ημων χειρογραφον τοις δογμασιν ο ην υπεναντιον ημιν και αυτο ηρκεν εκ του μεσου προσηλωσας αυτο τω σταυρω 
15 απεκδυσαμενος τας αρχας και τας εξουσιας εδειγματισεν εν παρρησια θριαμβευσας αυτους εν αυτω Gen 3:15, Matt 12:29, Luke 11:22, John 12:31, John 16:11
16 μη ουν τις υμας κρινετω εν βρωσει και εν ποσει η εν μερει εορτης η νεομηνιας η σαββατων Lev 11:2, Rom 14:2, Gal 4:10, Lev 23:2
17 α εστιν σκια των μελλοντων το δε σωμα του χριστου Heb 8:5, Heb 10:1
18 μηδεις υμας καταβραβευετω θελων εν ταπεινοφροσυνη και θρησκεια των αγγελων α εορακεν εμβατευων εικη φυσιουμενος υπο του νοος της σαρκος αυτου Jer 29:8, Matt 24:4, Eph 5:6, 2 Thess 2:3, 1 John 4:1
19 και ου κρατων την κεφαλην εξ ου παν το σωμα δια των αφων και συνδεσμων επιχορηγουμενον και συμβιβαζομενον αυξει την αυξησιν του θεου 
20 ει απεθανετε συν χριστω απο των στοιχειων του κοσμου τι ως ζωντες εν κοσμω δογματιζεσθε Gal 4:9
21 μη αψη μηδε γευση μηδε θιγης 
22 α εστιν παντα εις φθοραν τη αποχρησει κατα τα ενταλματα και διδασκαλιας των ανθρωπων Isa 29:13, Matt 15:9, Tit 1:14
23 ατινα εστιν λογον μεν εχοντα σοφιας εν εθελοθρησκια και ταπεινοφροσυνη [και] αφειδια σωματος ουκ εν τιμη τινι προς πλησμονην της σαρκος 1 Tim 4:8, 1 Tim 5:23


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle