Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος Eph 1:20
2 τα ανω φρονειτε μη τα επι της γης 
3 απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω Rom 6:2, Rom 8:24, 2 Cor 5:7
4 οταν ο χριστος φανερωθη η ζωη υμων τοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη Phil 3:21, 1 John 3:2
5 νεκρωσατε ουν τα μελη τα επι της γης πορνειαν ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρια Eph 4:22, Eph 5:3, 1 Thess 4:5, Eph 5:5
6 δι α ερχεται η οργη του θεου [επι τους υιους της απειθειας] 1 Cor 6:10, Gal 5:19, Eph 5:5, Rev 22:15
7 εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν τουτοις 1 Cor 6:11, Eph 2:1, Tit 3:3
8 νυνι δε αποθεσθε και υμεις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων Eph 4:22, Heb 12:1, Ja 1:21, 1 Pet 2:1
9 μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου Eph 4:25
10 και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον Rom 6:4, Gen 1:26, Gen 5:1, Gen 9:6, 1 Cor 11:7
11 οπου ουκ ενι ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος σκυθης δουλος ελευθερος αλλα [τα] παντα και εν πασιν χριστος Gal 3:28, Gal 5:6, Gal 6:15, 1 Cor 7:21, 1 Cor 12:13
12 ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμου χρηστοτητα ταπεινοφροσυνην πραυτητα μακροθυμιαν Eph 4:32, Eph 6:11, 1 Thess 1:4
13 ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο κυριος εχαρισατο υμιν ουτως και υμεις Matt 6:14, Mark 11:25, Eph 4:32
14 επι πασιν δε τουτοις την αγαπην ο εστιν συνδεσμος της τελειοτητος John 13:34, John 15:12, Eph 5:2, 1 Thess 4:9, 1 John 3:23, 1 John 4:21, Eph 4:3, Col 2:2
15 και η ειρηνη του χριστου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γινεσθε 
16 ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις υμνοις ωδαις πνευματικαις εν [τη] χαριτι αδοντες εν ταις καρδιαις υμων τω θεω Eph 5:19
17 και παν ο τι εαν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω πατρι δι αυτου Eph 5:20, 1 Thess 5:18
18 αι γυναικες υποτασσεσθε τοις ανδρασιν ως ανηκεν εν κυριω Gen 3:16, 1 Cor 14:34, Eph 5:22, Tit 2:5, 1 Pet 3:1
19 οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας Eph 5:25
20 τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ ευαρεστον εστιν εν κυριω Eph 6:1
21 οι πατερες μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν 
22 οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλια ως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον κυριον Eph 6:5, 1 Tim 6:1, Tit 2:9, 1 Pet 2:18
23 ο εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις 
24 ειδοτες οτι απο κυριου απολημψεσθε την ανταποδοσιν της κληρονομιας τω κυριω χριστω δουλευετε 
25 ο γαρ αδικων κομισεται ο ηδικησεν και ουκ εστιν προσωπολημψια 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle